JGR III 3.22: Imp. Nicephori Phocae de fundis militaribus. (Inter 963-969.)
Περὶ τῶν ἀπεμπολησάντων στρατιωτῶν τόπους αὐτῶν, εἶτα τούτους ἐπιζητούντων.
Abrir no leitor do IusCommune →0
pr.᾿Ανήγαγεν ὁ πρωτοσπαθάριος βασίλειος, ὁ ἐπὶ τῶν δεήσεων, ὅτι τόπους ἀναλαμβανομένους ἀναργύρως ἀποδίδωσι τοῖς στρατιώταις, διὰ τὸ ἐν αὐτοῖς ἐκείνοις εὑρεθῆναι αὐτοὺς στρατευθέντας· καὶ ἐδείξατο, ὅτι τοῦτο δυσχερὲς εἶναι δοκεῖ, τὸ μὴ ἔχειν ἐξουσίαν τινὰ ἐκ τῶν ὑπαρχόντων αὐτῷ τοπίων ἀλλαχοῦ διαπιπράσκειν, οἵας ἂν καὶ ὅσης δεσπόζει περιουσίας.
1
pr.Διὰ ταῦτα μέχρι μὲν τοῦ νῦν ἐπὶ τοῖς διαπωλήσασι στρατιώταις τόπους αὐτῶν τοιαύτην βουλόμεθα νομοθεσίαν κρατεῖν, ὥστε τῷ στρατιώτῃ τεσσάρων λιτρῶν ἀκίνητον περιουσίαν εὐπρόσοδον ἀφορίζεσθαι λόγῳ τῆς στρατείας αὐτοῦ· καὶ εἰ ταύτην ἔχων εὑρεθῇ ἀλλαχοῦ διαπωλήσας τόπον ἕτερον αὐτοῦ, εἶτα νῦν ἐπιζητῶν, ἵνα γένηται μὲν ἐν προτιμήσει τοῦτον᾿ ἀπολαβεῖν, πλὴν μὴ ἀναργύρως, ἀλλὰ τῇ τοῦ δικαίου καταβολῇ τιμήματος. εἰ δὲ μέρος τὶ τῶν τεσσάρων λιτρῶν τῆς ἀκινήτου εὐπροσόδου ὑπάρξεως διεπώλησε, τὸ τοιοῦτον ἀναργύρως ἀπολαμβάνειν.
2
pr.᾿Απὸ δὲ τοῦ νῦν, ἐπεὶ τὰ τῶν κλιβανοφόρων καὶ ἐπιλωρικοφόρων κίνησιν ἔλαβε, διακελευόμεθα, μὴ ἔχειν ἐπ᾿ ἀδείας μηδένα ἁπλῶς στρατιώτην ἀλλαχοῦ διαπιπράσκειν ἀπὸ τούτου ἀκίνητον ὕπαρξιν, εἰ μὴ ἐπέκεινα ἔχει ιβ ' λιτρῶν ἀκίνητον εὐπρόσοδον περιουσίαν· ἀλλ᾽ εἴ τι μὲν ἐκ τῆς εἰς τοσαύτην συγκεφαλαιουμένης ποσότητα τοιαύτης ὑπάρξεως ἀπεμπόλησεν, ἵνα ἀναλαμβάνῃ ἀναργύρως· εἴ τι δὲ ἐπέκεινα ταύτης ἔχων (τῶν δυοκαίδεκα λιτρῶν δηλονότι) διεπώλησεν, εἶτα τοῦτο ἐπιζητεῖ, μὴ ἀναργύρως ἀπολαμβάνειν, ἀλλὰ τὸ προσῆκον ἐπιδιδοὺς τίμημα.