IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.20Imp. Nicephori Phocae ut potentes a potentibus dumtaxat et milites et pauperes a paribus emant, et de his qui ante tempus famis praedia comparaverunt. (Α. 967.)

Νεαρὰ νικηφόρου βασιλέως, ἣν ὑπηγόρευσε συμεών πατρίκιος καὶ πρωτασηκρήτις, περὶ τοῦ προτιμᾶσθαι τῶν πενήτων τοὺς δυνατοὺς εἰς ἐξώνησιν τῶν παρὰ τῶν δυνατῶν πιπρασκομένων.

Abrir no leitor do IusCommune →

0

pr.Πατὴρ δίκαιος ὁ πάντας τοὺς παῖδας ἐπίσης περιποιούμενος, καὶ ζυγὸς δικαιοσύνης καὶ ἰθυτενὴς στάθμη καὶ κανὼν ἀκριβὴς, ὁ κύριος ἡμῶν καὶ θεὸς, μὴ ἑτεροῤῥεπὴς ὢν μηδὲ ἀπὸ τοῦ ἀνίσου τιμώμενος, ἀλλὰ μᾶλλον ἀπὸ τοῦ κήδεσθαι πάντων ὁμοίως, καὶ διὰ πάντας κατεσκεύασε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν τούτοις περιεχόμενα. κατὰ τοῦτο δὴ καὶ τοὺς βασιλεύειν λαχόντας προσήκει πλέον ἐκεῖνον μιμεῖσθαι, καὶ πρὸς πάντας τοὺς ὑπὸ χεῖρα φυλάττειν τὸ ἴσον καὶ προνοεῖσθαι τῶν ἁπάντων κοινῶς, ὡς ἐννόμους ἐπιστασίας παρὰ τῶν παλαιῶν νομοθετῶν ἐπονομασθέντας καὶ κοινὸν καὶ ἰσόῤῥοπον ἀγαθόν. ἐπεὶ οὖν οἱ πρὸ ἡμῶν βεβασιλευκότες διὰ τὴν γενομένην κατὰ τὸν τότε καιρὸν ἔνδειαν νομοθεσίαν ἐξέθεντο, κωλύοντες τοὺς δυνατοὺς μὴ τὰ τῶν πενήτων τε καὶ στρατιωτῶν ἐξωνεῖσθαι καὶ καλῶς ποιοῦντες, προσέθεντο δὲ ἐν αὐτῇ, καὶ τὴν προτίμησιν τοὺς πένητας δέχεσθαι εἰς τὰ τῶν δυνατῶν κτήματα, μὴ μόνον ἐξ ἀνακοινώσεως, ἀλλὰ καὶ ἐξ ὁμοτελείας, καὶ πάντη τοὺς καθ᾽ ἑκάστην αὐξανομένους ἀπέκλεισαν, μὴ δόντες τὴν οἱανοῦν· τούτοις παρείσδυσιν ἐπικτήσεως, ἀλλὰ μᾶλλον καὶ τοὺς προγεγονότας εὐπόρους ἐκ τοῦ προτιμᾶσθαι τοὺς πένητας εἰς τὴν ἐξώνησιν στενώσει καὶ ἀπορίᾳ συζῆν πεποιηκότες, καὶ μηδ ' ὅλως περὶ τῆς τούτων φροντίσαντες σωτηρίας καὶ μᾶλλον εἰ-· πεῖν ἐκ τούτου μηδὲ ἐπὶ τῶν αὐτῶν διαμένειν τούτοις συγχωρήσαντες, ἑτεροῤῥεπεῖς τε ἔδοξαν καὶ τὸ πᾶν τῆς ῥωμαϊκῆς δυνάμεως ἐκ τούτου τοῦ ῥήματος εἰς τὸ μὴ ὂν περιέστησαν καὶ κατέλυσαν. καὶ οὐδὲ εὑρίσκετο τὸ σπουδαζόμενον διὰ τὸ ἀδύνατον πάντως διενεργούμενον. τὸς ἡμέτερον κράτος τὴν ἴσην νομοθεσίαν πρὸς ἅπαντας σπεῦδον διαμένειν ' τε καὶ φυλάττεσθαι, τὸν κατωτέρω ῥηθησόμενον νόμον μὴ παντελῶς ἀνατρέποντα τὴν νομοθεσίαν, μᾶλλον δὲ καὶ τὸ ἴσον καὶ μόνιμον αὐτῇ περιποιούμενον, κατὰ τὴν δεκάτην ἰνδικτίωνα τρανῶς ἐξεφώνησεν οὕτως. α. Θεσπίζομεν τὴν παρὰ τῶν προβεβασιλευκότων ἐκτεθεῖσαν νομοθεσίαν διενεργεῖν καὶ ταύτην ἐπικυροῦμεν ἐν ἅπασι, πλὴν κατὰ τοῦτο μόνον ἀργεῖν αὐτὴν παρακελευόμεθα, ὥστε μὴ προτιμᾶσθαι ' τοὺς πένητας εἰς τὸ διαπωλούμενον κτῆμα τοῦ δυνατοῦ, μήτε ἐξ ὁμοτελείας μήτε ἐξ ἀνακοινώσεως, κἄντε στρατιῶται κάντε πολιτικοὶ ἐφευρίσκονται· ἀλλὰ τὴν τούτου πάλιν διαδέχεσθαι δεσποτείαν ἀρχοντικὸν πρόσωπον, τὸ πρὸς ἀνάπαυσιν δηλονότι καὶ ὠφέλειαν τῶν συμπαρακειμένων ἐν τούτῳ πενήτων ἀναφαινόμενον, ὅπερ καὶ μετὰ τὸ δεσπόσαι τοῦ κτήματος παραβλάπτειν τοὺς γειτονοῦντας κατανοούμενον ὡς βίαιον καὶ κακὸν μὴ μόνον ἀπὸ τῆς ἐπικτήσεως, ἀλλὰ καὶ ἀπὸ τῶν γονικῶν ἐκδιώκεσθαι κελεύομεν. καὶ τοὺς μὲν δυνατοὺς ἐκ δυνατῶν μόνον ποιεῖσθαι τὰς ἐξωνήσεις βουλόμεθα, τοὺς δὲ στρατιώτας καὶ πένητας ἐκ τῶν τὴν ὁμοίαν τάξιν λαχόντων αὐτοῖς. καὶ ὥσπερ τούτους ἐκωλύσαμεν τοῦ μὴ ἐξωνεῖσθαι τὰ τῶν δυνατῶν, οὕτως πάλιν ἐκείνους ἀπείργομεν τοῦ μὴ ἐκ πενήτων τε καὶ στρατιωτῶν ἀπόρων ποιεῖσθαι τὰς ἐξωνήσεις, μηδὲ τὴν ὁμοτέλειαν ἢ ἀνακοίνωσιν προβάλλεσθαι εἰς δικαιοσύνην, εἰς ἣν πρὸς ἅπαντας τὴν νομοθεσίαν ποιούμενοι, καὶ μὴ τῶν μὲν πλέον κηδόμενοι τῶν δὲ ἔλαττον.

2

pr.Ἐπειδὴ δὲ καὶ ἡ τῶν τεσσαράκοντα χρόνων παραδρομὴ ἀνέγκλητος μὲν καὶ ἀνεπιφώνητος παραῤῥέουσα τὸ δίκαιον ἐπεβράβευε τοῖς τὰ ἐκ τῶν στρατιωτῶν προσκτηθέντα κατέχουσι', περικοπτομένη δὲ διὰ τῶν ἐπιφωνήσεων καὶ ἀναποδίζουσα καὶ Με τοὺς πρὸ τῆς ἐνδείας τὰς ἐπικτήσεις ποιησαμένους ἐβάρυνε, καὶ ἀποστερεῖσθαι τούτων ἐποίει πολλάκις ἀδιαφόρως ἐνεργουμένη διοριζόμεθα, τοὺς καλῇ πίστει πρὸ τοῦ καιροῦ τῆς ἐνδείας εὑρισκομένους ποιῆσαι τὴν ἐπίκτησιν ἀπὸ στρατιωτῶν καὶ πολι τικῶν ἀμερίμνους διάγειν, καὶ μὴ ἐνεργεῖν τὴν τεσσαρακονταετίαν καὶ ἐν τούτῳ ἀναποδίζουσαν ἐξ ἐπιφωνήσεως, μηδὲ τὸ καθόλου παρασαλεύεσθαι καὶ μετακινεῖσθαι τὴν δεσποτείαν αὐτῶν, εἰ μὴ εἰς μόνους τοὺς ἐξ ἁρπαγῆς τὰς ἐπικτήσεις ποιησαμένους καὶ ἐκ βιαίας νομῆς καὶ κακῆς πίστεως, ὡς ἐπιπηδῶντας τοῖς ἀλλοτρίοις καὶ τοῦ πλείονος προῖκα ἐφιεμένους· διὰ τὸ παλαιὸν νόμον εἶναι τότε τὸν παρακελευόμενον τὴν ἐξώνησιν, μετὰ τοῦτο δὲ παρὰ τῆς νομοθεσίας τῆς ἐκτεθείσης κατὰ τὴν ἔνδειαν ἐπισχεθῆναί τε καὶ ἀνατραπῆναι.