IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.19Imp. Nicephori Phocae de monasteriis. (A.964.)

Νεαρὰ νικηφόρου βασιλέως, ἣν κατὰ τὸ α΄ ἔτος τῆς αὐτοῦ βασιλείας ἤτοι κατὰ τὴν ζ ' ἰνδ. τοῦ ςυοβ ' ἔτους ὑπηγόρευσε συμεὼν πατρίκιος καὶ πρωτασηκρήτις, περὶ τοῦ μὴ γίνεσθαι νέα μοναστήρια καὶ γηροκομεῖα,

Abrir no leitor do IusCommune →

0

pr.μήτε πλατύνεσθαι ὅλως διὰ τῶν κτημάτων τοὺς εἰἀγεῖς οἴκους. Ὁ τοῦ θεοῦ πατρὸς λόγος πολύν τινα λόγον τῆς ἡμῶν ποιούμενος σωτηρίας, καὶ δεικνὺς ὅπως ἡμῖν ἔσται, καὶ τίνων μὲν ἀπεχομένους, ποίων δὲ δεῖ ἐχομένους ταύτης ἐπιτυχεῖν, τὸν πλοῦτον καὶ τὴν τῶν πολλῶν κτῆσιν ἐπιεικῶς πρὸς ταύτην ἔδειξεν ἐμποδίζοντα, δύσκολον εἶναι τοῖς πλουσίοις τὴν τῆς βασιλείας εἰπὼν εἴσοδον, καὶ τοσοῦτον ἀπερίττους εἶναι βουλόμενος, ὡς μὴ μόνον ῥάβδον ἡμῖν καὶ πήραν καὶ χιτῶνα τὸν δεύτερον, ἀλλὰ καὶ αὐτήν φημι τὴν εἰς αὔριον ἀπαγορεῦσαι τῆς τροφῆς μέριμναν. ἄρτι δὲ βλέπων τὴν περὶ τὰ μοναστήρια καὶ τὰ ἱερὰ ταῦτα σεμνεῖα περιφανῆ νόσον (νόσον γὰρ ἐγὼ τὴν ἀπληστίαν ταύτην καλῶ), οὐκ οἶδα τίνα δὴ τοῦ κακοῦ θεραπείαν ἐπινοήσω, ἢ πῶς κολάσω τὴν ἀμετρίαν. τίσι γὰρ πειθόμενοι τῶν πατέρων ἢ πόθεν λαβόντες τὰς ἀφορμὰς, πρὸς τοσαύτην περιττότητα καὶ μανίας ψευδεῖς (κατὰ τὸν θεῖον φᾶ ναι δαβὶδ) ἐξήχθησαν; γῆς πλέθρα μυρία, φιλοτίμους οἰκοδομὰς, ἵππων ἀγέλας, βοῶν, καμήλων, ἄλλων κτηνῶν ἀριθμοῦ κρειττόνων, ὅσαι ὥραι κτᾶσθαι σπουδάζοντες, καὶ τὴν ὅλην μέριμναν τῆς ψυχῆς περὶ αὐτὰ κατατείνοντες, ὥστε κατ᾿ οὐδὲν τοῦ κοσμικοῦ βίου καὶ πολλαῖς φλεγμαίνοντος ταῖς φροντίσι τὰ μοναχικὰ ταυτὶ διαφέρειν· καίτοιγε τῶν θείων λογίων ἀπεναντίας τούτοις ἡμῖν φθεγγομένων, καὶ φροντίδων τοιούτων ἀπηλλάχθαι τὸ σύνολον διακελευομένων (- μὴ μεριμνήσητε γάρ φησι, τί φάγητε ἢ τί πίητε —) καὶ τὸ τῶν πετεινῶν ἄπραγμον ' εἰς ὄνειδος ἡμῖν προτιθέντων. τί δὲ καὶ ὁ θεῖος ἀπόστολος; αἱ χεῖρες αὗταί, φησιν, ἐμοί τε καὶ τοῖς σὺν ἐμοὶ διηκόνησαν· καὶ, ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα. τὸν βίον ὅρα μοι τῶν θείων πατέρων, τῶν ἐν αἰγύπτῳ φημὶ, τῶν ἐν παλαιστίνῃ, τῶν ἐν ἀλεξανδρείᾳ, τῶν ἀλλαχοῦ πολλαχοῦ γῆς λαμψάντων, καὶ τοῦτον οὕτως λιτὸν εὑρήσεις, οὕτως ἀπέριττον, ὡς σχεδὸν μόνῃ ψυχῇ ζῶντας αὐτοὺς ἀποφαίνειν ' καὶ τῆς τῶν ἀγγέλων ὥσπερ παραψαύοντας ἀϋλίας. ἄλλως δὲ τοῦ χριστοῦ βιαστὴν ὑπάρχειν τὴν βασιλείαν τῶν οὐρανῶν λέγοντος, καὶ βιαστὰς ἁρπάζειν αὐτὴν, καὶ διὰ πολλῶν θλίψεων δεῖν ἡμᾶς εἰς αὐτὴν ἐλθεῖν, ὅταν ὁρῶ τοὺς πρὸς τοιοῦτον βίον χωρεῖν ἐπαγγελλομένους καὶ τῇ ὑπαλλαγῇ τοῦ σχήματος ὥσπερ σημειουμένους τῇ πολιτείᾳ, σφόδρα τοῦ ἐπαγγέλ ματος καταψευδομένους καὶ ἀντιφθεγγομένους τῷ σχήματι, οὐκ οἶδα πῶς οὐχὶ σκηνὴν καλέσω τὸ πρᾶγμα, καὶ εἰς βλασφημίαν χωροῦν ἄντικρυς τοῦ ὀνόματος εἴποιμι τοῦ χριστοῦ. ἐπεὶ οὖν οὔτε ἀποστολική τις οὔτε πατρική νομοθεσία ἡ τῶν πολυπλέ θρων τούτων ἀγρῶν καὶ τῶν χωρίων κτῆσις τῶν οὕτως ὑπερφυῶν καὶ φροντίδων πλῆθος ὑπὲρ τοὺς καρποὺς γεννᾶν πεφυκότων (πῶς γὰρ οὔ; εἴ γε τούτων μὲν ἡ σπουδὴ τὸ συνῳδὰ πρᾶξαί τε καὶ διδάξαι ταῖς τοῦ χριστοῦ ἐντολαῖς, ἐντολὴ δὲ χριστοῦ οὐχ ἡ τῶν ὑλικῶν κτῆσις, ἀλλ᾽ ἐκ διαμέτρου μᾶλλον ἡ τῶν τοιούτων ἀπόκτησις· εἴπερ ἐκείνου τὸ λεῖν τὰ ὑπάρχοντα καὶ διδόναι τοῖς πτωχοῖς), πρόδηλόν ἐστιν, ὡς οὐ φιλαρέτου ταῦτα πολιτείας οὐδ᾽ ἀκριβείας, ἀλλὰ χρείας. σωματικῆς μᾶλλον, πρὸς τὸ βιωτικώτερον (οἴμοι) τῶν πνευματικωτέρων ἀποκλινάντων· ἡ χρεία δὲ τῷ χρόνῳ προῆλθεν εἰς ἀμετρίαν, ὥσπερ φιλεῖν οἶδε τὰ χείρω διὰ μικρᾶς ἀφορμῆς καὶ τῆς τυχούσης εἰς μέγα χωρεῖν. τί τοίνυν παθόντες οἱ ἄνθρωποι, πρᾶξαί τι τῶν πρὸς θεοῦ θεραπείαν καὶ λύσιν ἁμαρτημάτων κεκινημένοι, παρορῶσι μὲν εὔκολον οὕτως καὶ φροντίδων ἐλευθέραν τὴν τοῦ χριστοῦ ἐντολὴν, τὸ πωλοῦντας τὰ ὄντα διδόναι πένησιν; ὥσπερ δὲ δύσκολον ταύτην ἐπίτηδες καὶ πραγματωδεστέραν ποιεῖν βουλόμενοι, καὶ φροντίδων ἐγνωκότες πλῆθος ἐπισυνάγειν, πρὸς τὸ μοναστήρια συνιστᾶν, ξενῶνάς τε καὶ γηροκομεῖα ἑαυτοὺς κατατείνουσιν; ὧν ἐν μὲν τοῖς προτέροις χρόνοις ἡ σύστασις, ἕως ἔτι σπάνις ἦν τῶν τοιούτων, πολὺ τὸ εὔλογον εἶχε καὶ χρησιμώτατον· καὶ πῶς γὰρ οὐ μονιμώτερον εἶναι τὸ καλὸν τῶν συνιστώντων ταῦτα, προθυμουμένων τῶν μὲν εἰς ἀνθρωπίνων σωμάτων τροφήν τε καὶ θεραπείαν, τῶν δὲ εἰς ψυχῆς ἐπιμέλειαν καὶ ὑψηλοτέρου βίου διαγωγήν. ἀφ᾽ οὗ δὲ πρὸς πλῆθος ἐπιδέδωκε ταῦτα καὶ ὑπὲρ τὴν χρείαν ἑστήκασι καὶ τὸ μέτρον, τὸ ἔτι παρορᾶν καὶ ἀφίστασθαι τοῦ κατὰ πολλὴν εὐπέτειαν ἀγαθοῦ γινομένου καὶ πρὸς τὴν τῶν εἰρημένων σύστασιν ἀσχολεῖσθαι, πῶς ἄν τις ἀμιγὲς εἶναι κακίας τὸ ἀγαθὸν τοῦτο λογίσαιτο καὶ μὴ τῷ σίτῳ φαίη παραμεμίχθαι καὶ τὰ ζιζάνια; μᾶλλον δὲ πῶς οὐ κενοδοξίας εἴποι προκάλυμμα γίνεσθαι τὴν φιλοθεΐαν, ἵνα φανεροὶ πᾶσιν ὦσι τὸ καλὸν ποιοῦντες, ὥσπερ οὐκ ἀγαπῶντες εἰ μόνους ἔχουσι μάρτυρας τοὺς παρόντας ἧς μετίασιν ἀρετῆς, ἀλλὰ μηδὲ τοῖς ἐπιγινομένοις ἀγνοεῖσθαι ταύτην βουλόμενοι; καὶ ταῦτα τίνες; χριστιανοὶ, φεῦ, οἱ παντὶ τρόπῳ λανθάνειν ἐν τῇ τῶν ἀγαθῶν πράξει κεκελευσμένοι. τοῦτο δὲ πῶς οὐκ ἄν τις ἔκδηλον εἶναι δόξειε καὶ πολλῷ τῷ περιόντι πεπιστευμένον, ὅταν μυρίων ὄντων ἑτέρων τῶν ὑπὸ τοῦ χρόνου πεπονηκότων καὶ πολλῆς δεομένων χειρός τε καὶ βοηθείας ἀμελοῦντες ἡμεῖς τοῦ εἰς ἐκεῖνα δαπανᾶν προθύμως καὶ διορθοῦσθαι ταῦτα καὶ συνιστᾶν, ἐπὶ τὸ καινουργεῖν ἴδια κατὰ πολλὴν φερόμεθα τὴν ὁρμὴν, ἵνα μὴ μόνον ὀνόματος ἀπολαύοιμεν καινοῦ, ἀλλὰ καὶ καθαρῶς φαίνοιτο καὶ ἀποτεταγμένον ἢ τὸ ἡμέτερον, ὡς καὶ τίθεσθαι τὰ ὀνόματα ἡμῶν ἐπὶ τῶν γαιῶν, κατὰ τὸν προφήτην φᾶναι τὸν θεῖον.

1

pr.Διὰ τοῦτο καὶ πρὸς τὴν ἐργασίαν τῶν τοῦ χριστοῦ ἐντολῶν ὑμᾶς διεγείροντες καὶ τῆς θεομισοῦς ταύτης φιλοδοξίας τὸ κακὸν ἐκκόπτειν βουλόμενοι, καὶ σπουδάζοντες ὅπερ ἂν ἀγαθὸν ποιῶμεν διὰ θεὸν μόνον ποιεῖν καὶ μὴ συνάπτειν τούτῳ καὶ τὴν ἀνθρωπίνην ἀρέσκειαν, ἵνα μὴ τῆς ἀντιμισθίας πάντως τῆς παρ᾽ αὐτοῦ διαπίπτωμεν (ἀπέχειν γὰρ ἤδη τοὺς τοιούτους ὁ θεῖος λόγος φησὶ τὸν μισθὸν), κελεύομεν τοὺς εὐσεβεῖν βουλομένους καὶ χρηστότητος καὶ φιλανθρωπίας ἔργα ἀνύειν ἀκολούθως τῇ τοῦ χριστοῦ πορεύεσθαι ἐντολῇ, καὶ πωλοῦντας τὰ ὑπάρχοντα διδόναι πένησιν. οὕτως γὰρ περιττοὺς ἡμᾶς εἶναι καὶ φιλοδαπάνους περὶ τὸν ἔλεον βούλεται, ὡς μὴ μόνον ὧν ἔχομεν χρημάτων τοῖς χρήζουσι κοινωνεῖν, ἀλλὰ καὶ ταῦτα δαπανήσαντας ἐπὶ τὴν πρᾶσιν ἑτοίμως χωρεῖν τῶν κτήσεων. εἰ δέ τινες οὕτως εἰσὶ φιλόκαλοι καὶ μεγαλουργοὶ (καλοῦμεν γὰρ οὕτως αὐτῶν τὸ φιλότιμον), ὡς καὶ μοναστήρια συνιστᾶν βούλεσθαι, ξενῶνάς τε καὶ γηροκομεῖα, ὁ κωλύσων οὐδείς. ἀλλ᾽ ἐπεὶ πολλὰ τῶν ἐκ πολλοῦ τοῦ χρόνου γεγενημένων κεκμήκασιν ἤδη καθάπερ εἴρηται καὶ πρὸς τὸ μηδὲν εἶναι σχεδὸν περιέστησαν, ἐκείνων οὗτοι ἐπιμελείσθωσαν, καὶ διδότωσαν χεῖρα κειμένοις καὶ περὶ αὐτὰ δεικνύτωσαν τὸ φιλόθεον. ἕως δ᾽ ἂν τῶν προλαβόντων οὕτως ἐχόντων αὐτοὶ παρορῶντες, καὶ ὥσπερ ἐπ᾿ αὐτὰ μύοντες καὶ εὐαγγελικῶς εἰπεῖν ἀντιπαρερχόμενοι, πρὸς καινῶν ἑτέρων οἰκοδομίας κατατείνονται, οὔτ᾽ ἐπαινέσω τὸ πρᾶγμα οὔτε μὴν τὸ παράπαν ἐάσω γίνεσθαι, οὐδὲν ἕτερον ἢ κενῆς ἔρωτα δόξης καὶ μανίαν περὶ αὐτὴν ὡμολογημένην καὶ εἰδὼς τοῦτο καὶ ὀνομάζων. ἐπιμελεῖσθαι δὲ τῶν προλαβόντων καὶ βοηθείας δεομένων κελεύομεν, οὐκ ἀγροὺς παρέχοντας οὐδὲ τόπους δή τινας καὶ οἰκοδομὰς (ἱκανὰ γὰρ τὰ φθάσαντα, καὶ ἅπερ ἔχοντες τυγχάνουσιν ἐξ ἀρχῆς)· ἀλλ᾽ ἠμελημένα ταῦτα καὶ ἀκαμῆ καὶ ἀνέργαστα δ᾽ ἀπορίαν κείμενα χρημάτων, ἐκεῖνοι τοὺς ἀγροὺς οὓς ἔχουσι καὶ τοὺς τόπους ἀπεμπολοῦντες πρὸς οὓς τῶν κοσμικῶν βούλονται, προνοίας αὐτὰ τῆς προσηκούσης καταξιούτωσαν, οἰκέτας παρέχοντες, βόας, ποίμνια, τἄλλα ὅσα ἕτερα τῶν κτηνῶν. εἰ γὰρ αὐτοὺς ἐκείνους οὓς ἔχομεν ἀγροὺς καὶ τόπους παράσχοιμεν, ἐπεὶ τὰ τῶν οἴκων καὶ τῶν ἐκκλησιῶν ὁ νόμος εἴργει πιπράσκεσθαι, εἰς ταὐτὸν ἥξομεν τῷ προτέρῳ, καὶ τὰ κακῶς ἔχοντα καὶ πεπονηκότα καταλείψομεν ἀθεράπευτα, χρημάτων οὐκ ὄντων, οὐδὲ τῆς χειρὸς ἐχούσης τὶ τῶν προεστηκότων καὶ δυναμένης. ὥστε ἀπὸ τοῦ νῦν μηδενὶ ἐξέστω μὲ ἀγροὺς, μὴ τόπους μοναστηρίοις ἢ γηροκομείοις ἢ ξενῶσιν ὁπωσοῦν παραπέμπειν, ἀλλ᾽ οὐδὲ μητροπόλεσιν ἢ ἐπισκοπείοις. οὐδὲ γὰρ οὐδὲν ἐκείνοις λυσιτελεῖ. εἰ δέ τινα τῶν φθασάντων εὐαγῶν οἴκων ἢ μοναστηρίων τοιαύτης φαύλης ἔτυχον χειρὸς καὶ προνοίας, ὡς ἔρημα τόπων καταλελεῖφθαι, τούτοις γνώμη βασιλικῇ καὶ δοκιμασίᾳ ἡ τῶν ἀρκούντων κτῆσις οὐ κωλυθήσεκελλία δὲ καὶ τὰς καλουμένας λαύρας ἐν ἐρήμοις οἰκοδομεῖν, μὴ πρὸς κτήσεις καὶ ἀγροὺς ἑτέρους ἐκτεινομένας, ἀλλὰ τῇ περιοχῇ μόνῃ τῇ ἰδίᾳ ὁριζομένας, τοσούτῳ τοὺς βουλομένους οὐκ εἴργομεν, ὅσῳ καὶ δι ἐπαίνου μᾶλλον τὸ πρᾶγμα τίθεμεν. Ταῦτα παραινῶν ἐγὼ καὶ νομοθετῶν οἶδ᾽ ὅτι τοῖς πολλοῖς μὲν καὶ φορτικὰ λέγειν δόξω, καὶ πρὸς τὴν γνώμην αὐτῶν ἀπάδοντα· ὧν οὐδὲν ἐμοὶ μέλον, εἴπερ ἀρέσκειν κατὰ παῦλον οὐκ ἀνθρώποις, ἀλλὰ θεῷ βούλομαι. τοῖς δὲ νοῦν ἔχουσι καὶ φρένας, καὶ μὴ ἐξ ἐπιπολῆς ὁρᾶν ἠσκημένοις ὡς τὸ προσπεσὸν ἁπλῶς ταραχὴν αὐτῶν ἐπάγειν τῇ διανοίᾳ, ἀλλὰ προσωτέρω χωροῦσι καὶ συνορᾶν βάθος πραγμάτων δυναμένοις, καὶ λυσιτελῆ δόξομεν καὶ ὠφέλιμα τοῖς τε κατὰ θεὸν ζῶσι καὶ τῷ κοινῷ παντὶ φθέγξασθαι.