IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.18Imp. Nicephori Phocae de fundis militum Armenicorum et homicidarum. (Inter 963-969.)

Νεαρὰ [νικηφόρου] ἐν λύσει ἀναφορᾶς περὶ ἀρμενίων τῶν τε ἄλλων καὶ τῶν ἐγκλήματι φόνου περιπιπτόντων.

Abrir no leitor do IusCommune →

1

pr.Κελεύομεν, εἴ τινες τῶν ἀρμενίων στρατιωτῶν ἀναχωρήσαντες τριετίαν ἀλλαχοῦ ποιήσαιεν, καὶ μετὰ ταῦτα ὑποστρέ* ψαντες εὕροιεν τοὺς ἑαυτῶν τόπους εἴτε πρὸς φύλαξιν εἴτε τισὶ στρατιώταις ὡς ἀριστεύσασιν ἐπιδοθέντας, ἢ καὶ ἄρχουσι θεματικοῖς καὶ ταγματικοῖς εἴτε στρατηγοῖς ἀνδραγαθήσασιν ἢ καὶ ἑτέροις τισὶ διὰ κοινωφελεῖς δουλείας παρασχεθέντας, μὴ ἔχειν ἐπ᾿ ἀδείας τοὺς μετὰ τὴν τριετίαν ἀρμενίους στρα· τιώτας ἐπανελθόντας τοὺς τοιούτους ζητεῖν καὶ ἀπολαμβάνειν τόπους. τὸ γὰρ τῶν ἀρμενίων ἄστατον καὶ πολυπλανὲς ἐὰν μὴ διὰ τῆς τοιαύτης νομοθεσίας παιδευθῇ, ἀλλ᾽ ἐπ᾿ ἐξουσίας εἴη τούτοις ἀλλαχοῦ ἀπιέναι καὶ μετοικεῖν καὶ πάλιν ἐπανερχομένοις τοὺς τόπους ἀκωλύτως κατέχειν, πάντα τὰ ἀρμενικὰ οἰχήσονται. ἀλλὰ χρὴ, καθὰ δεδήλωται, τοὺς τῶν ἀναχωρησάντων ἀρμενίων τόπους, εἰ τριετία διέλθοι καὶ μὴ ὑποστρέψαιεν, εἴτε πρὸς φύλαξιν ὡς εἴρηταί τισι παρέχειν εἴτε στρατιώταις ἀνδρισαμένοις ὡς ἀριστεῖον διδόναι. εἰ δέ τινα τῶν τοιούτων ἀρμενικῶν τοπίων εἴτε τῇ βασιλικῇ τῆς λακάπης μονῇ ὡς ἔγραψας ἐπεδόθησαν, εἴτε ἀφωρίσθησαν οἱαισδήποτε κουρατωρείαις, ἢ καί τινι τῶν δυνατῶν οὐ διά τινας κοινωφελεῖς δουλείας ἀλλὰ διὰ μόνην προσπάθειαν ἐδωρήθησαν, τῶν τοιούτων οἱ κληρονόμοι, μὴ μόνον εἰ τριετία διῆλθεν, ἀλλὰ καὶ πρὸ τῆς παρελεύσεως τῶν τριάκοντα χρόνων ὑποστρέφοντες, ἐχέτωσαν ἐπ᾿ ἀδείας ἀναλαμβάνειν τὰ ἴδια. κἂν γὰρ λιβέλλους ἐποπτῶν καὶ χρυσοβούλλια ἐπιφέρονται οἱ ταῦτα εἰληφότες διὰ προσπάθειαν ὡς εἴρηται, τὸ μηδὲν κελεύομεν λογίζεσθαι πάντα, καὶ τοὺς τῶν στρατιωτῶν κληρονόμους τοὺς ἰδίους ἀπολαμβάνειν βουλόμεθα τόπους. εἰ δὲ ἀνταλλαγαὶ παρά τινων ἢ παρ ' αὐτῶν ἐδόθησαν, οἱ μὲν στρατιῶται ἀποκομιζέσθωσαν τὰ ἑαυτῶν, ἐκεῖνοι δὲ προσερχόμενοι διεγκαλείτωσαν, καὶ ἃ δεδώκασι ἐπιζητείτωσαν. εἰ δὲ καὶ βελτιώσεις πεποιήκασιν ἐν αὐτοῖς, εἰ μὲν χρειώδεις αὐταί εἰσιν, οἷον ἀμπελώνων καταφυτεύσεις, μυλοστασίαι, ἀχυρῶνες, οἰκήματα, ἕτερα μὴ πολυτελῆ καὶ πρὸς Γ κάλλος ἐξειργασμένα ἀλλὰ λιτότητι στρατιωτῶν ἁρμόζοντα, ὑπὲρ τῶν τοιούτων χρὴ παρέχειν τοὺς ἀπολαμβάνοντας τοὺς τόπους τὰς ἀναλογούσας τιμάς. εἰ δὲ πρὸς κάλλος μόνον καὶ οὐ χρείαν τοιαύτην ἀφορῶσι, τῶν τοιούτων τὴν ὕλην μόνην τοὺς κτίσαντας ἀπολαμβάνοντας ἀναχωρεῖν 12. ὅσοι δὲ τῶν ἀρμενίων ηὐτομόλησαν πρὸς συρίαν, οὗτοι μὴ πρὸ τῆς τριετίας μόνον, ἀλλὰ καὶ πρὸ χρόνου ἑνὸς ὑποστρέφοντες, ἵνα μὴ τοὺς ἰδίους ἀπολαμβάνωσι τόπους, ἀλλὰ τῆς αὐτῶν ἐκπίπτωσι δεσποτείας καὶ ἔχωσι τοῦτο εἰς ἐπιτιμίου λόγον· πλὴν τῶν ὑποστρεφόντων αὐτῶν καὶ οὕτω χρὴ πρόνοιαν γίνεσθαι διὰ παροχῆς ἑτέρων τοπίων.

2

pr.Ἐπὶ δὲ τῶν ἐγκλήματι φόνου περιπιπτόντων ὀφείλεις αὐτὸν μὲν τὸν τὴν μιαιφονίαν ἐργασάμενον τῇ τοῦ νόμου ὑπάγειν τιμωρίᾳ· τὴν δὲ τῆς στρατείας αὐτοῦ γῆν μὴ ἐπιδιδόναι εἰς παραμυθίαν τοῖς τοῦ φονευθέντος παισὶν ἢ συγγενέσιν, ἀλλ᾽ ἐκείνους μὲν διά τινων κινητῶν παραμυθεῖσθαι, τὴν δὲ ἀκίνητον ὕπαρξιν εἰς σύστασιν τῆς στρατείας συντηρεῖν. εἰ δὲ μὴ κινητὰ πράγματα εἶεν, καὶ οὕτως ὑποτιθέναι τοῦ πεφονευκότος διαδόχους πρὸς ἐκπλήρωσιν τῶν ἀνηκόντων εἰς παραμυθίαν τοῖς τοῦ ἀνῃρημένου κληρονόμοις, τοὺς δὲ τῆς στρατείας αὐτοῦ τόπους μὴ ἐᾶν ἐκποιεῖσθαι. εἰ δὲ καὶ πάντες οἱ: τοῦ αὐτοῦ οἴκου τῷ τοῦ φόνου ἐνέχονται μύσει, οὗτοι μὲν τὰς προσηκούσας ἕκαστος τῷ νόμῳ ποινὰς ὑπεχέτωσαν, οἱ δὲ τῆς στρατείας ὡς πολλάκις δεδήλωται τόποι ἀλλαχοῦ μὴ παραπεμπέσθωσαν. ἀλλὰ κἂν μήτις ὑπολειφθείη κληρονόμος τὴν στρατείαν ὑπελθεῖν βουλόμενος, ἕτερος τοὺς τόπους ἀναλαμβάνων ὑπηρετείτω αὐτῇ.