JGR III 3.17Imp. Romani junioris de poenae stipulationibus. (Inter 959-963.)
Νεαρὰ νομοθεσία τοῦ αὐτοῦ, ἣν ὑπηγόρευσε συμεὼν πατρίκιος καὶ πρωτασηκρήτις, περὶ προστίμων.
Abrir no leitor do IusCommune →0
pr.Παλαιὸν καὶ καλὸν ἔθος τοῖς νόμοις μὲν ἐπικρατῆσαν, οὐκ οἶδα δ᾽ ὅπως ἀμεληθὲν καὶ πρὸς τὸ μὴ ὂν συνωθούμενον, ἡ φιλόκαλος ἡμῶν βασιλεία σπουδὴν ἔθετο πάλιν ἀναλαβεῖν, καὶ πρᾶγμα τῇ πολιτείᾳ δοῦναι προσῆκόν τε καὶ λυσιτελὲς καὶ κοινωφελὲς ὡς μάλιστα. τί δὲ τοῦτό ἐστι; τὸ τῶν προστίμων φημὶ, ὅπερ ἔργῳ πρώην τελούμενον καὶ οὐκ ἐν γράμματι μόνον κείμενον τοσαύτην ὠφέλειαν τῷ κοινῷ παρεῖχεν, ὅσην ἀμεληθὲν ἔσχατον ἐπήγαγε βλάβην. εἰ γὰρ καλὸν ἐῤῥῶσθαι τὰς μεταξὺ τῶν ἀνθρώπων συμφωνίας, (πῶς δὲ οὐ καλὸν, ἐπεὶ μηδὲ βιωτὸν ἑτέρως μηδὲ πολιτείαν ἄλλως συστῆναι καὶ βίον τὸν κοινὸν ἐγχωρεῖ;) ἄλλως τε καὶ τὸ μὴ ἀδικεῖν εἰ καλὸν, μηδὲ ἐπηρεάζειν μηδὲ τὸν πλησίον ἀκώλυτα παραβλάπτειν, καλὴ δήπου καὶ ἡ τῶν προστίμων ἀπαίτησις, τῶν πονηρῶν τούτων ἀναίρεσιν ποιουμένη καὶ τῆς ἀληθείας φυλακὴν καὶ ἀσφάλειαν. τὸ μὲν γὰρ πρῶτον ἀγαθὸν ἦν, ἀδιάφθορον ἕκαστον τὸ συνειδὸς τηρεῖν καὶ φόβῳ κυρίου στοιχεῖν καὶ τῷ τρόπῳ τούτῳ βεβαιοῦν τὰ λεγόμενα· καὶ οὕτως ἂν ἀπηλλάγμεθα πραγμάτων καὶ τῶν περὶ τούτων οὐκ ἐδεόμεθα μαρτύρων καὶ προστίμων καὶ γραμματείων καὶ τῆς ἄλλης τῆς περὶ τοῦ βέβαια κεῖσθαι τὰ μεταξὺ συμβόλαια ἀσφαλείας. ἐπεὶ δὲ οὐ πᾶσιν ἔχει τὸ συνειδὸς ὑγιῶς, οὐδὲ παρὰ πάντων οἶμαι πρεσβεύεται ἡ ἀλήθεια, ἀλλ᾽ εἰσὶν ὧν καὶ στόμα πλεονάζει κακίᾳ καὶ ἡ γλῶσσα δολιότητα περιπλέκει, καὶ τὸ κακουργῆσαι χρημάτων ἕνεκα καὶ ὠφελείας παραβῆναι συνθήκας οὐ πλήττει τὸ συνειδὸς, ἀλλὰ καὶ ἐν μοίρᾳ τοῦ κατορθοῦν τέτακται, καὶ τὸ ἐπιορκῆσαι καὶ περιφρονῆσαι θεὸν, ἐν οἷς τι παρὰ τὴν θέλησιν ἀπαντᾷ, ῥᾳδία τούτοις πρὸς τὸ ἀνύσαι τὸ κατὰ γνώμην ὁδὸς, ἀναγκαίως τούτων ἐδεήθημεν τῶν· βοηθημάτων, ὥστε καὶ γραφῇ διδόναι τὰς μεταξὺ συμφωνίας, καὶ μάρτυρας συγκαλεῖσθαι, τὴν δεξιὰν παρέχοντας εἰς ἀσφάλειαν χάριν τοῦ μὴ ἐξ΄ρνους γίνεσθαι τῆς ὁμολογίας. ἐπεὶ δὲ οὐκ ἐν τῷ λανθάνειν μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ μέχρι τοῦ φανερῶς αὐτὸ προέβη ποιεῖν, πάνυ σφόδρα προσφόρως τὴν τῶν προστίμων ὁ νόμος ἐξαίρει βοήθειαν, ἱκανὸν ἔρυμα τοῖς τὰς συνειδήσεις διεφθαρμένοις, ἀθετεῖν τὰ ὡμολογημένα καὶ τὰς συμφωνίας ἀναιρεῖν μὴ δυσωπουμένοις, ἵν, ὅταν ὁρμήσωσι πρὸς ἀθέτησιν τῶν συμφωνηθέντων, εἰδότες ἀπαραιτήτως αὐτοῖς μέλλειν τὴν τῶν προστίμων ἀπαίτησιν ἀπαντᾶν καθέλκωνται τῆς ὁρμῆς, καὶ ὃ διὰ τὸν τοῦ θεοῦ φόβον ποιεῖν οὐκ ἀπέσχοντο, κἂν τῷ φόβῳ τῶν ζημιῶν (ὦ θείων οἰκτιρμῶν ἀνοχῆς) φείσωνται πράττειν. ὥστε ὁ κωλύων τὴν τῶν προστίμων ἀπαίτησιν τί ἕτερον ἢ τὰς πρὸς ἀλλήλους συμφωνίας ἀσφαλεῖς καὶ ἀπαραβάτους εἶναι κωλύει; καὶ πολλὴν μὲν τοῦ ἀνθρωπίνου· βίου κατασκευάζει σύγχυσιν, μυρίαν δέ τινα καὶ ἀμύθητον εἰσάγει τὴν βλάβην, τοῖς δὲ ἀδίκοις μόνοις καὶ πονηροῖς ἕρμαιον εἶναι τὰς τοιαύτας συμφωνίας ποιούμενος καὶ ὁδὸν ἀνοίγων ἀδικίας εὐπορωτάτην. ὅτι μὲν οὖν ἀδύνατον τοὺς κατὰ τὸν βίον ἀνθρώπους ἄνευ τῶν τοιούτων διάγειν συμφωνιῶν, δῆλον ἅπασι καὶ καταφανές. πῶς γὰρ καὶ συσταίη ὁ κοινωνικὸς βίος συναλλαγμάτων δίχα καὶ τῶν πρὸς ἀλλήλους συμφωνιῶν; ὅτι δὲ οὐδὲν ἰσχύουσιν αὗται τῶν προστίμων χωρὶς, καὶ ὅτι μὴ καινὰ νομοθετεῖν ὡρμήμεθα νῦν, ἀλλὰ πάλαι καὶ πρόπαλαι τοῦτό ἐστι νενομοθετημένον, τὸ τῶν προστίμων φαμὲν, δηλοῦσιν οἱ νόμοι. κεῖται γὰρ ἐν αὐτοῖς οὕτως· τὸ ψιλὸν σύμφωνον ἀγωγὴν οὐ τίκτει, ἀλλὰ παραγραφήν. καὶ πάλιν· „οὐκ ἀεί τις ἀπὸ ψιλῆς ἐπαγγελίας κατέχεται· εἰ μέντοι προσομολογήσει ποινὴν παραβαίνων τὴν ἐπαγγελίαν, δίδωσι τὸ πρόστιμον. καὶ αὖθις τ· „ὁ χωρὶς ποινῆς ὁμολογῶν τι ποιεῖν ἢ παριστᾶν εἰς τὸ διαφέρον ἐνάγεται. καὶ πάλιν 18.,, καλῶς ἐπερωτῶ τὸ πρόστιμον ἐκ τοῦ γενέσθαι τι. ἐὰν γὰρ μὴ τεθῇ τοῖς συμφώνοις ποινὴ, οὐ γίνονται ἀσφαλιστικά 19. καὶ αὖθις. „ἐὰν ὑποβληθῇ τῷ συμφώνῳ ποινὴ, ἐπιλογὴν ἔχει ὁ ἐπερωτήσας ἢ τῇ ἐπερωτήσει χρήσασθαι ἢ τῇ παραγραφῇ, καὶ ποιῆσαι τῆς ποινῆς ἀποχήν. καὶ ὅτι· „ἐὰν ἐμπροθέσμως ὑπὸ ποινὴν ὁμολογήσω χρήματα, εἰ καὶ πρὸ τῆς ἡμέρας ἀποθάνω καὶ μὴ ὑπεισελευσθῇ ἡ κληρονομία μου, βεβαιοῦται ἡ ποινή. καὶ πάλιν· „ἐπηγγείλατό τίς τινι χωρὶς προστίμου παρέχειν ν ' νομίσματα· καὶ λέγει ἡ διάταξις, μὴ ἀναγκάζεσθαι ταῦτα παρέχειν, εἰ μὴ παρηκολούθησε πρόστιμον. καὶ μυρία ἄν τις τοιαῦτα παρὰ τοῖς νόμοις ἐφεύροι, ἀκριβῶς τὴν τῶν προστίμων δηλοῦντα δύναμιν, καὶ ὡς οὐδὲν χωρὶς τούτων, πλὴν μόνον τῶν γαμικῶν, τὰ συμπεφωνημένα δύναται. εἰ δὲ τίθεται μὲν καὶ νῦν ἐπερώτησις καὶ πρόστιμα τοῖς συμφώνοις, οὐκ ἀπαιτοῦνται δὲ, τί πλέον ἀπὸ τοῦ κεῖσθαι γίνεται, τοῦ ἀναιρεῖν τὰ συμφωνηθέντα βουλομένου μηδὲν ἀπὸ τοῦ κεῖσθαι κωλυομένου, ἐπεὶ τὴν εἴσπραξιν ἐπίσταται μὴ ἀκολουθοῦσαν; πόσῳ δὲ μηδὲν κεῖσθαι κάλλιον ἦν, μηδὲ καταψεύδεσθαι τῶν συμφώνων καὶ πρᾶγμα γίνεσθαι μάταιον καὶ κενόν; διὰ ταῦτα καλόν τε καὶ κοινωφελὲς ἔδοξε τῷ ἡμετέρῳ κράτει, πρόστιμα κατατίθεσθαι, ὁ καὶ βουλόμεθα καὶ θεσπίζομεν εἰς τὸ ἑξῆς ἐνεργεῖσθαι, ἐνεργεῖσθαι δὲ κατά γε τὸ θεῷ φίλον καὶ τὴν τοῦ νόμου ἀκρίβειαν.