JGR III 3.16Imp. Romani junioris de fundis militaribus. (A. 962.)
Ἐκ τοῦ ἐκφωνηθέντος βασιλικοῦ ἐδίκτου πρὸς τοὺς ἐν τῷ θέματι τῶν θρακησίων, μηνὶ μαρτίῳ ἰνδικτιῶνος ε ἔτους ςυο΄.
Abrir no leitor do IusCommune →1
pr.Θεσπίζομεν, ἐάν τινες μερίδας τινὰς ἀπὸ στρατιωτικῶν κατέχουσι τόπων, εἰ μὲν καλῇ πίστει τουτέστιν ἀγορᾶς ἢ δωρεᾶς ἢ ἀνταλλαγῆς ἢ ἀντιλήψεως τρόπῳ ταύτας ἐκτήσαντο, καὶ οὐδεμίαν ἀπὸ τοῦ χρόνου βοήθειαν ἔχωσιν, ἐκ τῶν τοιούτων τοὺς μὲν τόπους μόνους ἀφαιρεῖσθαι καὶ τοῖς ἐγκαλοῦσι στρατιώταις ἀναδιδόναι, ζημίαν δὲ μηδεμίαν τῷ κατασχόντι προσφέρειν. οὐδὲ γὰρ βούλεται ἡ βασιλεία ἡμῶν τὸν μὴ ἐξ ἁρπαγῆς καὶ βίας, ἀλλὰ καὶ καλῇ πίστει στρατιωτικοὺς τόπους κτησάμενον ζημίαν ὑπομένειν, πλὴν μόνην τὴν ἀνάργυρον τῶν τοπίων ἀπόδοσιν. εἰ δὲ ἐξ ἁρπαγῆς στρατιωτικούς τινες δεσπόζουσι τόπους, τότε κατὰ τὴν ἀναλογίαν τοῦ κατεχομένου τόπου καὶ τὴν ζημίαν τῷ καθαρπάσαντι ἐπιφέρεσθαι. ἐὰν δὲ καί τις στρατιώτης παρ᾽ ἑτέρου στρατιώτου στρατιωτικὸν ἐξωνήσατο τόπιον, ζημίαν μὲν οὐδεμίαν τὸν ἠγορακότα ὑφίστασθαι, ἐπεὶ καὶ αὐτὸς καλῇ πίστει κτησάμενος φαίνεται. πλὴν εἰ μὲν ὁ πωλήσας τὸ ἱκανὸν ἔχει τῆς στρατείας, ὁ δὲ ἐξωνησάμενος ἀπορεῖ, ἀποστρέφεται πρὸς μὲν τὸν πωλήσαντα ὁ τόπος, πρὸς δὲ τὸν ἠγορακότα τὸ τίμημα. ἐὰν δὲ ὁ πωλήσας μᾶλλον ἀπορεῖ, ὁ δὲ ἠγορακὼς εὔπορος ᾖ, τότε ἀναργύρως τὸν πωλήσαντα ἀναλαμβάνειν τοὺς τόπους. εἰ δὲ καὶ ἀμφότεροι στρατιῶται ὄντες ἀμφότεροι ἀποροῦσιν, ἀντιστρέφεσθαι μὲν πρὸς τὸν ἠγορακότα τὸ τίμημα, πλὴν μετά τινος προσδιορισμοῦ τουτέστι τριετοῦς χρόνου.
2
pr.Εἰ δὲ καί τινες παρὰ ἐπόπτου ἢ βασιλικοῦ στρατιώτους στρατιωτικοὺς διὰ λιβέλλων ἐξωνήσαντο τόπους, καὶ τούτους διωρισάμεθα, εἰ μὴ βοηθοῦνται οἱ κατέχοντες ἀπὸ τοῦ χρόνου, ἐπεὶ στρατιωτικοὶ ὑπάρχουσιν, ἀναργύρως μὲν ἀντιστρέφειν, ζημίαν δὲ μηδεμίαν προσαπαιτεῖσθαι. τῷ γὰρ τῆς καλῆς πίστεως δικαιώματι καὶ αὐτοὶ ἐπερείδονται.
3
pr.᾿Αλλὰ καὶ ἐάν τις ἀγορᾶς ἢ δωρεᾶς ἢ ἀνταλλαγῆς ἢ ἀντιλήψεως τρόπῳ ἐκτήσατο τοὺς τόπους, οὗτοι δὲ ἔτυχον ἢ μερικῶς ἢ καθόλου στρατιωτικοὶ ὄντες, καὶ ὁ χρόνος οὐ βοηθεῖ τῷ κατέχοντι, αὐτὸν μὲν οὖν τὸν κατέχοντα, ἐπεὶ καλῇ πίστει φαίνεται δεσπόζων, μηδὲν ζημιοῦσθαι χωρὶς τῆς τῶν τόπων ἀναργύρου ἀφαιρέσεως, ἀλλὰ πρὸς τὸν πωλήσαντα ἢ δωρησάμενον ἢ ἀνταλλάξαντα ἢ καὶ τῆς ἀντιλήψεως ἐπιτυχόντα μεταπέμπεσθαι τὴν ζημίαν. εἰ δὲ καὶ οὗτος καλῇ πίστει εὑρίσκεται κατασχὼν, μηδὲ αὐτὸν ζημιοῦσθαι.
4
pr.Εἰ δέ τινες τῶν στρατιωτῶν διαιρεθέντες, καὶ τὸν μὲν στρατιωτικὸν ἅπαντα κλῆρον παρὰ τοῖς πατράσιν ἢ ἀδελφοῖς καὶ συνδόταις αὐτῶν ἐκδουλεύεσθαι καταλελοιπότες, αὐτοὶ δὲ τέλεον τῆς στρατιωτικῆς μοίρας ἀπαλλαγέντες, ἔν τισι προσώποις προσῆλθον, μηδὲν τοὺς ὑποδεξαμένους αὐτοὺς ζημιοῦσθαι, εἴπερ ὡς εἴρηται ἡ στρατεία αὐτῶν παρὰ τῶν ἄλλων ἐκδουλεύεται καὶ μηδεμίαν ἐκεῖνοι μερίδα ἐκ τοῦ στρατιωτικοῦ εὑρίσκονται κατέχοντες κλήρου. πρὸς τούτοις καὶ ἐάν τινας τῶν στρατιωτῶν εἰς ἐσχάτην καταντήσαντας ἀπορίαν καὶ μηδόλως δυναμένους τὸ στρατιωτικὸν ὑπέρχεσθαι βάρος, ἀλλὰ καὶ ὀδυρομένους, ἐὰν ὑπεδέξαντό τινες, μήτε ὑπὲρ τούτων μήτε ὑπὲρ ἐκείνων (τουτέστι τῶν ἠπορημένων στρατιωτῶν) τὴν στρατιωτικὴν ὑφίστασθαι ζημίαν, ἀλλὰ μᾶλλον τοὺς ἐκδιώξαντας τοὺς στρατιώτας καὶ τῆς ἀπορίας αὐτοῖς καὶ τῆς φυγῆς αἰτίους καταστάντας, ἐκείνους καὶ τὴν ζημίαν ὑπομένειν. τὸν δὲ εὔπορον καὶ σωζόμενον ὑποδεξάμενον στρατιώτην καὶ ἐν γνώσει αὐτὸν κατέχοντα, παρὰ τοῦ τουρμάρχου προφωνηθέντα εἴτε παρὰ δρουγγαρίου ἢ κόμητος ἢ προαγέτου, εἴτε καὶ παρὰ συνδότου αὐτοῦ, καὶ μὴ δυνάμενον εἰς ἄγνοιαν καταφεύγειν, ἐκεῖνον καὶ διωρισάμεθα τὴν ζημίαν ὑφίστασθαι. ἐὰν γὰρ οἱ σωζόμενοι στρατιῶται τῆς τῶν ταξειδίων διακωλύονται δουλείας, πρόδηλόν ἐστιν, ὡς οὐ μικρὰ ἐντεῦθεν βλάβη τοῖς στρατεύμασιν ἡμῶν ἐπενεχθήσεται.