IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.15Imp. Romani junioris rescriptum de restitutione pretii praediorum a potentibus evictorum '. (Inter 959-963.)

Νεαρὰ νομοθεσία ῥωμανοῦ βασιλέως τοῦ νέου περὶ στρατιωτῶν, ἤτοι λύσις ἀναφορᾶς θεματικοῦ κριτοῦ, ἣν ὑπηγόρευσε θεόδωρος μάγιστρος ὁ δεκαπολίτης.

Abrir no leitor do IusCommune →

0

pr.Ἡ ἀναφορά σου κελεύσει βασιλικῇ, ἡγιασμένε κύριε, πρὸς τὴν ἡμετέραν ἀπεστάλη ταπείνωσιν. καὶ οἰόμεθα, ὡς οὐδὲ αὐ τὸς ἀγνοεῖς τὴν τῶν νεαρῶν διατάξεων δύναμιν. ὅτι μὲν γὰρ πολὺ τὸ ποικίλον ἔχουσι, καὶ πολλάκις κατὰ καιροὺς ἄλλοτε ἄλλως μετεσχηματίσθησαν, τοῦτο δῆλον· οὐδέποτε δὲ οὔτε ἄποροι στρατιῶται οὔτε πολιτικοὶ ἀναργύρως ἀπολαμβάνειν τὰ παρ ' ροι τ ' αὐτῶν ἀπεμποληθέντα προνόμιον ἔσχον ἕως τοῦ χρόνου τῆς τοῦ ἀοιδίμου καὶ τρισμακαρίστου ἡμῶν βασιλέως ἀναῤῥήσεως καὶ οἱ ὑπὲρ τὰς δ΄ λίτρας εὐπορίαν δι ἀκινήτων ἔχοντες στρα· τιῶται καὶ πάντες οἱ πολιτικοὶ ἀπὸ τῶν νέων βασιλικῶν θε252) σπισμάτων ἐκελεύοντο, τὰς τιμὰς ἃς εἰλήφασι διὰ τριετίας ἀποδιδόναι, μόνοι δὲ οἱ ἀπορώτεροι τῶν στρατιωτῶν τὴν ἐξ αὐθεντίας βοήθειαν τῆς ἀναργυρίας εἶχον. ἔδικτον δὲ γέγονε τοῦ θείᾳ τῇ λήξει βασιλέως ἡμῶν, πρὸς τοὺς ὄπισθεν χρόνους τὴν ἰδίαν ἰσχὺν ἀνακαλῶν, ἀπὸ τοῦ χρόνου δηλαδὴ τοῦ λιμοῦ, ἀφ᾽ οὗπερ καὶ αἱ νομοθεσίαι ἤρξαντο, ὅπερ ὑπηγόρευσεν ὁ μακαρίτης πατρίκιος θεόφιλος ὁ κοιαίστωρ, διακελευόμενον, εἴ τις amer πολιτικὸς οὐκ εὐποροίη πλειόνων τῶν ν ' νομισμάτων, μὴ ἀναγκάζεσθαι τοῦτον τὰς τιμὰς ἃς ἔλαβεν ἀποδιδόναι. αἰτήσεως – δὲ γεγονυίας ὑπὸ τῶν ἀρχόντων τοῦ στρατιωτικοῦ καταλόγου, οὐδὲν ἕτερον ὁ μακαρίτης ἡμῶν βασιλεὺς ἐκαινοτόμησεν, εἰ μὴ τοῦτο μόνον τὸ ἀποδιδόναι καὶ τούτους τὰς τιμάς. σφοδρὸν γὰρ ἡγήσατο καὶ ἄδικον, τὸν μηδὲν ἐπταικότα ἀγοραστὴν, ἀλλὰ τίμημα καλῇ πίστει καταβαλλόμενον, προσαποστερεῖσθαι μετὰ τοῦ ἐωνημένου τοπίου καὶ τοῦ παρ᾽ αὐτοῦ ἠριθμημένου τιμήματος· καὶ καλῶς εἰδὼς μόνην προθεσμίαν τοῖς εὐθυνομένοις πένησι προσηύξησεν, ὅπως τὰ μὲν τόπια τὰ πεπραμένα αὐτοὶ παρευθὺ οἱ διεγκαλοῦντες ἀπολαμβάνωσιν, ἐὰν εἰς κοινότητα δηλονότι χωρίου ὦσι, τὸ δὲ τίμημα μηκέτι διὰ τριετίας, ἀλλὰ διὰ πενταετίας ἀποδιδῶσι, καὶ ὅπερ ἀμελείᾳ καὶ ῥαστώνῃ καθηδυπαθήσαντες κατεκένωσαν, τοῦτο διὰ πενταετίας ἱδρῶσι καὶ φιλοπονίᾳ ἀποτίσωσι, πρὸς ἕξιν αὐτοὺς ἐνάγων οἶμαι φιλοπονίας διὰ τῆς ὡρισμένης ἀπαραιτήτου πενταετίας.

1

pr.Ὅσοι μὲν οὖν ἀπελάβοντο ἴδια ἀναργύρως πρὸ τοῦ βασιλικοῦ ὁρισμοῦ, ἐὰν κρίσιν ἔχωσι δικαστοῦ, οὗτοι οὐκ ὀφείλουσιν ὀχλεῖσθαι, ἀλλὰ ταῦτα ἀναφαιρέτως ἔχειν· ἤδη γὰρ κατὰ τὸ τότε κρατοῦν ἡ ἀπόφασις ἐξηνέχθη, καὶ ὁ ὕστερον γενόμενος βασιλικὸς ὁρισμὸς τὰ πρώην τυπωθέντα ἀναψηλαφᾶσθαι οὐ διεκελεύσατο, ἀλλὰ μᾶλλον ἡ βασιλικὴ δικαιοσύνη ῥητῶς τῷ ἀναξίῳ αὐτῆς δούλῳ διωρίσατο, ὅπως τὰ μέχρι τότε διοικηθέντα μένωσιν ἀπαρασάλευτα. εἰ οὖν καθ᾽ οἱονδήποτε τρόπον ἐδικαιώθησαν πένητες καὶ ἀπέλαβον τοὺς ἰδίους τόπους ἀναργύρως, καὶ προκομίζουσιν ἔγγραφον κρίσιν, τούτους ἡ ὑπεροχή σου μὴ ἐνοχλείτω. εἰ δέ γε ἀπολαβόντες αὐτοὺς ὡρίσθησαν ἀποδοῦναι τὰ τιμήματα διὰ προθεσμίας, καὶ παρῆλθεν ἡ προθεσμία, εἰ μὲν κἄν τι μικρὸν ἀποδεδώκασιν ἀπὸ τῶν τιμημάτων, ἢ συντίθενται καὶ ἐπαγγέλλονται λαμβάνοντες προθεσμίαν ἑτέραν ταῦτα ἀποδοῦναι, χρὴ τὸν θεάρεστον κύριον 1ο ἐγγράφους ἀσφαλείας ἀπαιτῆσαι τούτους, ἃς ὀφείλουσιν ἐκτίθεσθαι πρὸς τοὺς ἀγοραστὰς, ὡς δι ἑτέρας προθεσμίας ἣν ἂν σὺ δοκιμάσῃς ἀποδώσουσιν ἢ τὰ λειπόμενα ἢ καὶ πάντα. εἰ δὲ οὐδὲν ὅλως ἀποδεδώκασι, καὶ μάλιστα εἰ ἐγγράφους ἀσφαλείας ἐποιήσαντο πρὸς τοὺς ἀγοραστὰς καὶ οὐκ ἴσχυσάν τι παρασχεῖν ἐκ τῶν τιμημάτων, ἢ τόπον ἀπὸ τῆς ὁμάδος τοῦ χωρίου ἀποτεμεῖν, ἐὰν τοῦτο λυσιτελέστερον εἶναι τοῖς πένησι κατανοῆς, ἢ τέως εἰς ταῦτα τὰ διαπεπραμένα δημοσίᾳ εἰσαγαγεῖν τὸν ἀγοραστὴν, καὶ πρὸς τὴν τοῦ καταβληθέντος παρ᾽ αὐτοῦ ποσοῦ ἀναλογίαν καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τῶν τόπων ἐσομένην αὐτῷ εἰσφορὰν ἐφ᾽ ὅσον ὀφείλει τοὺς τοιούτους νεμηθῆναι, ἐπὶ τρισὶ τυχὸν ἢ καὶ πλείοσι χρόνοις, μὴ περαιτέρω δὲ τῶν δέκα, καὶ ἰδιόχειρα ἀμοιβάῖα παρασκευάσεις ἀμφοτέρους ἐκθέσθαι, τοὺς μὲν ἀγοραστὰς πρὸς τοὺς χωρίτας, τοὺς δὲ χωρίτας πρὸς τοὺς ἀγοραστὰς, ὅπως διὰ τοῦ ὡρισμένου χρόνου τῆς ἀπολαύσεως οὔσης ἀντὶ τῶν τιμημάτων τῷ ἀγοραστῇ πρὸς τὴν κοινότητα αὖθις παλινδρομῇ ἡ τῶν τόπων χρῆσις, τῆς δὲ δεσποτείας μηδέποτε τούτων οἱ πένητες ἐκπίπτωσιν, ἀλλ᾽ εἴη διὰ τοῦ ἐγγράφου δῆλον τὸ πρᾶγμα καὶ μὴ δυνάμενον ἔκ τινος μοχθηρίας ἐπικαλυφθῖναι. εἰ δὲ δύνανται καὶ προαιροῦνται οἱ πένητες, μέρος μέν τοῦ τιμήματος καθόσον ἰσχύος ἔχουσι καταβαλεῖν, μέρος δὲ παραχωρῆσαι τοῖς ἀγορασταῖς ἐπὶ χρόνοις καταπολαῦσαι τῶν ἠγορασμένων, δεῖ αὐτοὺς καθ᾽ ὃ ἂν δυνάμεως ἔχωσι μέρος ἐκ τοῦ τιμήματος παρασχόντες, διατέμνειν τὸν ὡρισμένον χρόνον, συγχωρούμενον ἀπολαύειν δηλαδὴ τὸν ἀγοραστὴν τῆς τῶν τόπων χρήσεως ἀναλόγως. εἰ γὰρ δήλου χάριν ρ ' νομίσματα εἴληφεν ὁ διαπράσας πένης, δέκα δὲ χρόνοι ὁρίζονται τῆς χρήσεως τῷ ἀγοράσαντι, ν ' νομίσματα ἰσχύος ἔχει ὁ πένης παραντίκα ἢ ὕστερον καταβάλλεσθαι, ἐπὶ πέντε μόνοις χρόνοις συγχωρεῖται ὁ ἀγοραστὴς καρποῦσθαι τὰ ἠγορασμένα.

2

pr.Ταῦτα μὲν οὖν ἀπὸ τῆς πρώτης βασιλικῆς νομοθεσίας μέχρι τῆς ἀναῤῥήσεως τοῦ ἀοιδίμου καὶ τρισμακαρίστου βασιλέως ἡμῶν οὕτω σπεύσεις διαιτῆσαι, ἐν οἷς εἰσὶ μεταξὺ ἔτη ιη '. ἀπὸ δὲ τοῦ χρόνου τῆς αὐτοκρατορείας τοῦ ἐν τῇ θείᾳ λήξει βασιλέως ἡμῶν ἀδιστάκτως πάντας στρατιώτας τε καὶ πολιτικοὺς ἀναργύρως ἀποκαταστήσεις τοῖς ἰδίοις τόποις. οὐδὲ γὰρ ἔχουσι πρόφασιν οἱ μετὰ τοσαύτας προφωνήσεις καὶ βασιλικὰς παραγγελίας ὑπεισελθόντες καὶ τὰς τῶν χωρίων ὁμάδας καὶ κοινότητας γνώμης ἀπληστίᾳ διαταράξαντες, καὶ ἀγορασίας ἀπὸ στρατιωτῶν ἢ πενήτων ποιήσασθαι κατατολμήσαντες. παρεδήλου δὲ ἡ ἀναφορά σου τὴν ἄρτι ἐπικειμένην τοῦ λοιμοῦ ἀνάγκην καὶ τὴν παντελῆ τῶν καρπῶν ἀστοχίαν· καὶ χρὴ διευλαβεῖσθαι ἡμᾶς, μὴ λιμοῦ βιαιοτέραν ἀνάγκην κριτοῦ τοῖς ἀθλίοις ἐπιστήσομεν πένησι, καὶ ὥσπερ οἱ τῶν ἰατρῶν ἄριστοι τὰς φαρμακείας ἐν καιροῖς φλεγμαίνουσι παραιτοῦνται, οὕτω καὶ αὐτοὺς παραβιβάσαι τὰς ἀπαιτήσεις καὶ μικρὸν ἐνδοῦναι φειδοῖ τῆς βιαίας τοῦ καιροῦ συνοχῆς.