JGR III 3.1Tomus unionis de nuptiis, quartis praesertim et tertiis '. (Α. 920.)
ἔλεγον δεῖν, καὶ μὴ ἐπὶ πλείονα παρατείνειν καιρόν· οἱ δὲ οὐκ ἐπείθοντο. καὶ σχίσματα ἦν ἐν αὐτοῖς καὶ στάσις πολλή: καὶ πολλὰ δεόμενον τὸν βασιλέα καὶ παρακαλοῦντα οἱ μὲν προσεδέχοντο, οἱ δὲ ἀπειθεῖς ἦσαν καὶ ἄτεγκτοι. ὁ δὲ βασιλεὺς συνετὸς ὢν, καὶ ὅθεν ἀνεφύη τὸ ἀσύμφωνον τῶν ἀρχιερέων οὐκ ἀγνοῶν, μεθίστησι τὸν πατριάρχην νικόλαον, καὶ ἐξορίζει τῆς ἐκκλησίας ὡς ψεύστην, καὶ πολλάκις μὲν ὅρκοις διαβεβαιοῦντα καὶ ὑποσχόμενον δοῦναι τῷ βασιλεῖ τὴν τοῦ ἐπιτιμίου συμπάθειαν, τοσαυτάκις δὲ μεταμελόμενον καὶ ἀναβαλλόμενον ἐπίτηδες. προβάλλεται δὲ πατριάρχην τὸν ἑαυτοῦ πνευματικὸν πατέρα εὐθύμιον, ἄνδρα πολλοῖς ἔτεσι τῇ μοναχικῇ διαπρέψαντα ἀσκήσει, καὶ προφητικοῦ χαρίσματος ἠξιωμένον. οὗτος ἐλεύθερον τοῦ ἐπιτιμίου δείκνυσι τὸν βασιλέα, καὶ τοῦ χρονίου δεσμοῦ ἀπολύει καὶ εἰς κοινωνίαν δέχεται. ἀλλ᾽ ἦσαν ἔτι πολλοὶ τῶν ἀρχιερέων οἱ μὴ συνελθόντες τῇ τοῦ πατριάρχου οἰκονομίᾳ, καὶ μᾶλλον οἱ τοῦ μέρους τοῦ ἐκβληθέντος νικολάου. ἐπεὶ δὲ ὁ μὲν βασιλεὺς λέων μετέστη πρὸς κύριον, καὶ ὁ ἀδελφὸς ἐκείνου ἀλέξανδρος τῆς βασιλείας ἐγκρατὴς ἦν, τὸν μὲν πατριάρχην εὐθύμιον ἐξωθεῖ τῆς ἐκκλησίας μεθ᾽ ὕβρεων, ἀντεισάγει δὲ πάλιν τὸν προεκβεβλημένον νικόλαον· καὶ ἔτι μᾶλλον τὰ τῆς ἐκκλησίας ἐστασίαζε πράγματα, διαιρεθέντων τῶν μητροπολιτῶν, καὶ τῶν μὲν τῷ ἐκβληθέντι πατριάρχῃ, τῶν δὲ τῷ ἀντεισαχθέντι προσκειμένων. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ μὲν ἀλέξανδρος ἐτεθνήκει· ὁ δὲ κωνσταντῖνος τῆς βασιλείας κληρονόμος ἐγεγόνει. ὃς συγκαλέσας τόν τε πατριάρχην νικόλαον καὶ σύμπαντας τοὺς ἀρχιερεῖς (ὁ γὰρ εὐθύμιος ἤδη πρὸς κύριον ἐξεδήμησε), πείθει τούτους πρὸς μίαν γνώμην συνελθεῖν καὶ ὁμόνοιαν, καὶ δοῦναι τῷ πατρὶ αὐτοῦ καὶ μετὰ θάνατον κοινῇ ψήφῳ τὴν ἄφεσιν· κανονικὴν δὲ ψῆφον ἐκθεῖναι, τοῦ μηκέτι τολμᾶν τοιοῦτον ἢ πραχθῆναι ἁμάρτημα. ἐφ᾽ οἷς ὁ λεγόμενος οὗτοσὶ τῆς ἑνώσεως τόμος προέβη. Ὁ τόμος τῆς ἑνώσεως, ἤτοι ἔκθεσις τῆς γενομένης τῆς ἐκκλησίας ἑνώσεως, ἐπὶ κωνσταντίνου καὶ ῥωμανοῦ· τοῦ μὲν βασιλεύοντος, τοῦ δὲ τὸ τηνικαῦτα τῷ τοῦ βασιλεωπάτορος ἀξιώματι διαπρέποντος.
Abrir no leitor do IusCommune →0
pr.Ὁ κύριος ἡμῶν ἰησοῦς χριστὸς καὶ θεὸς τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ὅσοι μετ᾿ ἐκείνων ἄξιοι γεγόνασι τῆς κληρονομίας αὐτοῦ, ἐξαίρετόν τινα κλῆρον τὴν εἰρήνην κατέλιπε, τοῦτο γνώρισμα παρεχόμενος τοῖς οἰκείοις τῆς πρὸς αὐτὸν οἰκείοτητος, εἰ τῷ συνδέσμῳ τῆς εἰρήνης σφιγγόμενοι μὴ τὴν τοῦ πνεύματος διασπῶσιν ἑνότητα· πρότερον αὐτὸς οἰκείῳ ὑποδείγματι δείξας ἡμῖν, ἣν ἔχει περὶ τῆς εἰρήνης προαίρεσιν, δ᾽ ὧν ὑπεράνω παντὸς ὕψους τελῶν ἐπὶ τὴν ἐσχατιὰν κατῆλθε τὴν ἡμετέραν, καὶ παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος ἐκοινώνησεν, ἵνα τοὺς ἐξ ἀλλήλων διῃρημένους εἰς ἑνότητα καταστήσῃ. ἔπειτα καὶ τοῖς τὰ ἐκείνου μαθήματα πεπαιδευμένοις ταύτην κατέλιπε τὴν κληρονομίαν, τὸ εἰρηνεύειν ἐν ἀλλήλοις, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ πρὸς εἰρήνην ἄγειν ἑτέρους πρὸς ἑαυτοὺς στασιάζοντας. ἀλλὰ γὰρ τοιούτου ὄντος τοῦ πράγματος, ἐξαρχῆς καὶ μέχρι τοῦ νῦν οὐ διέλιπεν ἡ τοῦ πονηροῦ στασιώδης κακία τὸ ἱερὸν τῆς ἐκκλησίας διαταράττουσα πλήρωμα, νῦν μὲν ταύτην νῦν δὲ ἐκείνην ἀνακινοῦσα τὴν πρόφασιν. ἀλλ᾽ ὁ μὲν τοιοῦτος· ὁ δὲ τῆς εἰρήνης αἴτιος καὶ διδάσκαλος χριστὸς ὁ θεὸς ἡμῶν, ὁ πύλας εἰπὼν ᾅδου μὴ κατισχύσειν τῆς ἐκκλησίας αὐτοῦ, ἀεὶ τὰ σκάνδαλα εἰς τὴν τοῦ πονηροῦ κεφαλὴν περιτρέπων, τὴν εἰρήνην τῇ ἐκκλησίᾳ διαφυλάττει ἀλύμαντον. οὗτος ἐκεῖνος, ἡ εἰρήνη ἡμῶν χριστὸς, ὁ θεὸς, ὁ πατὴρ, ὁ ἀρχιερεὺς, ὁ ποιμὴν ὁ ἀληθινὸς, τῶν ἱερῶν τέκνων τῆς πανάγνου νύμφης αὐτοῦ, τῆς ἐκκλησίας, ἐξ ἀλλήλων διασπασθέντων, τῇ αὐτοῦ προνοίᾳ καὶ χάριτι τὴν ἕνωσιν αὐτοῖς κατεπράξατο, καὶ τοῖς ἀχράντοις κόλποις πάλιν συνήγαγε τῆς μητρός· διδοὺς ἐκείνῃ μὲν χαίρειν ἐπὶ τῇ συναγωγῇ τῶν τέκνων, ἑαυτῷ δὲ τὴν ἐξ ἑνὸς στόματος καὶ μιᾶς ν καρδίας προσάγεσθαι τῆς δόξης ἀναφορὰν, πᾶσι δὲ τοῖς, ὅσοι μὴ πρὸς τὴν ταραχώδη τοῦ δαίμονος προαίρεσιν ἀποκλίνουσιν ἀλλὰ τοῦ τῆς εἰρήνης αἰτίου τὸ παράγγελμα τιμῶσι, τὴν εὐχαριστίαν προσάγειν. ἀλλ᾽ ἐπὶ μὲν τῶν ἄνω χρόνων ἐγένοντο σκανδάλων ἀφορμαὶ, ὁποῖαι δὴ καὶ γεγόνασι, καὶ πρὸς τὴν ἑκάστοτε κίνησιν τοῦ κακοῦ τοῖς σοφοῖς τῶν ἐκκλησιῶν οἰκονόμοις ἡ πρόσφορος ἐξεύρηται θεραπεία· νῦν δὲ ὅτες συμβέβηκε τεταράχθαι τὴν ἐκκλησίαν ἐξ ἀφορμῆς γαμικῆς ἐν τῷ μὴ τυγχάνειν τὸν γάμον ἐλεύθερον μέμψεως, πρὸς τὴν ἐκείνου κώλυσιν ἡ τῆς ἐκκλησίας ἱερὰ κρίσις φέρει τὴν γνώμην, καὶ τοῦ μὴ προέρχεσθαι τοῦτον ἔτι χώραν εὑρίσκειν. οὕτω γὰρ καὶ νῦν καὶ μετέπειτα τῶν κατεχόντων σκανδάλων ἀπηλλάχθαι περιγενήσεται τοῖς, ὅσοι μὴ τὸ φιλόνεικον καὶ τὴν ἔριν ἀντὶ τῆς εἰρήνης ἠγάπησαν τοῦ χριστοῦ. τῆς γὰρ προφάσεως ἐκποδὼν γεγενημένης, ἀφ᾿ ἧς ἐξέφυ τὰ σκάνδαλα, τοῦ εἰρηνεύειν τοῖς ἀγαπῶσιν εἰρήνην οὐδεμία ἐστὶν ἡ κωλύουσα πρόφασις. καὶ γὰρ ἐν παντὶ πράγματι οὕτως ἔχει· τῆς σφαλερᾶς αἰτίας τῆς τῶν ἀτόπων γενέσεως ἐκποδὼν καθισταμένης, πρὸς τὴν ἐξ ἀρχῆς εὐταξίαν ἀποκαθίσταται τὰ τέως ἐκεῖθεν λαβόντα τὸ πονηρῶς διακεῖσθαι· οὕτω καὶ σώματι νόσου προσγενομένης, τοῦ αἰτίου ταύτης ἀναχωρήσαντος, τὸ ὑγιαίνειν ἐπανέρχεται, καὶ θαλάσσῃ ἐξ ἀνέμων βιαιότητος ταραττομένῃ, τῆς καταιγίδος πεπαυμένης, ἡ γαληνιῶσα κατάστασις ἐπανήκει. διὰ τοῦτο κοινῇ συναθροισθέντες ἀρχιερεῖς τε καὶ ἱερεῖς, ὅσοι μὴ ἑαυτοῖς (ἐῶ γὰρ εἰπεῖν ἄλλοις) ἀρέσκειν ἠγάπησαν, ἀλλὰ τῆς ἐκκλησίας τὴν εἰρήνην τοῦ στασιάζειν προετίμησαν, συνείδομεν, ἐπείπερ ἐκ τῶν γαμικῶν ἀφορμῶν τὰ σκάνδαλα τὴν γένεσιν ἔλαβε, ταῦτα διανακαθάραι, καὶ διασφαλίσασθαι τοῦ μηδαμῶς ἔτι διὰ τῆς αὐτῶν εἰς τὸν βίον προόδου μήτε τὴν ἐκκλησίαν ταράττειν, μήτε τὴν ζωὴν τῶν οὕτω ζῆν ἑλομένων κατάκριτον καὶ κατεγνωσμένην ποιεῖν.
1
pr.Καὶ λοιπὸν ἀποφαινόμεθα κοινῇ γνώμῃ καὶ κρίσει, ἀπόγε (α· τοῦ παρόντος ἔτους, ὅ ἐστιν ἑξακισχιλιοστὸν τετρακοσιοστὸν εἰκοστὸν ὄγδοον ἐπινεμήσεως ὀγδόης, τέταρτον γάμον μηδενὶ· τολμᾶσθαι, ἀλλ᾽ εἶναι ἀπόβλητον παντελῶς· καὶ τὸν, εἴ τις ἐπὶ τοιοῦτο ἐλθεῖν συνοικέσιον προθυμηθείη, πάσης ἀπεστέρηγεμένον εἶναι συνάξεως ἐκκλησιαστικῆς καὶ αὐτῆς τῆς πρὸς τὸν ἅγιον ναὸν εἰσόδου ἀλλότριον, μέχρις ἂν ἐπιμένοι τῷ συνοικεσίῳ. τοῦτο γὰρ καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις ἔδοξε πατράσι, καὶ ἡμεῖς δὲ τὴν γνώμην ἐκδηλοτέραν ποιοῦντες, ὡς ἀλλότριον αὐτὸν τῆς χριστιανικῆς πολιτείας ἀποκηρύττομεν 12. ἀλλ᾽ οὕτω μὲν περὶ τοῦ τετάρτου γάμου.
2
pr.Ἵνα δὲ καὶ τὰ τῶν ἄλλων γάμων εὐσχημονέστερον τυπωθῇ καὶ τοῦ τῶν χριστιανῶν βίου μὴ ἀνάξιον ἔχῃ τὴν προσαγωγὴν, καὶ περὶ τοῦ τρίτου ὁρίζομεν γάμου, ὥστε μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐπιτελεῖσθαι αὐτόν. καὶ γὰρ συγκεχώρηται μὲν ὡς ῥύπασμα τοῖς πατράσιν, οὔπω τότε καθὼς νῦν γινομένου τοῦ πράγματος ἀπηρυθριασμένως οὐδ᾽ εἰς πλάτος ἐξηπλωμένου, ἀλλ᾽ ὥσπερ εἴ τις ἐν οἴκῳ παραπεπτωκὸς ἐν γωνίᾳ παρίδῃ πολλάκις κείμενον ῥύπασμα· νῦν δὲ ὅτε χώραν ἔλαβε παῤῥησίας καὶ ὡς οὐδὲν ἔχων εἰς ἀσχημοσύνην οὐδὲ ῥυπαίνων λογίζεται ἐκ τοῦ προβῆναι εἰς πληθυσμὸν, καλῶς ἔδοξεν ἀνακαθαίρειν αὐτὸν, ὥσπερ καὶ αἶσχος οὐκ ἐν γωνίᾳ παρεῤῥιμμένον ἀλλ᾽ ἐξηπλωμένον ἐπὶ τῆς οἰκίας οὐδαμῶς ἐῶμεν, ἀλλὰ καθαίρομεν καὶ τὸ ἐκ τούτου ἀηδὲς ἀποβάλλομεν. καὶ τῇ ἀνθρωπίνῃ τοίνυν συνυπείκοντες ἀσθενείᾳ, καὶ τῆς πρεπούσης εὐσχημοσύνης φροντίδα ποιούμενοι τῇ χριστιανῶν ζωῇ, τοῦτο ἐπὶ τῶν τριγάμων παραφυλάττεσθαι διορίζομεν, ὥστε εἴ τις πρὸς τεσσαρακοστὸν ἔτος ἀναβεβηκὼς, καὶ μήτε τὴν φύσιν αἰδούμενος μήτε τῆς ὀφειλομένης χριστιανοῖς εὐκόσμου ζωῆς φροντίδα ποιούμενος, ἀλλὰ μόνης τῆς ἐμπαθοῦς ἐπιθυμίας γινόμενος, πρὸς τρίτον ἑαυτὸν ἐπιῤῥίπτοι γάμον, τοῦτον μετὰ πάσης ἀκριβείας καὶ παρατηρήσεως μέχρι πενταετίας ἀμέτοχον εἶναι τῆς τοῦ ἁγιασμοῦ μεταλήψεως, καὶ μηδαμῶς ἐπ᾿ αὐτῷ συντέμνεσθαι τὸν χρόνον. ὃς γὰρ μετὰ τὸ τεσσαρακοστὸν ἔτος τὸ ῥύπασμα ἐν τῇ τοῦ χριστοῦ ἐκκλησίᾳ εἶναι καὶ λέγεσθαι ἠγάπησε, τίνα παρέξει πληροφορίαν τῆς περὶ τὸν βίον αὐτοῦς σπουδῆς, δ᾽ ἣν ὁ χρόνος τῆς μεταλήψεως τῶν ἁγιασμάτων αὐτῷ συντμηθήσεται; ἀλλὰ γὰρ καὶ μετὰ τὸ ἀξιωθῆναι τῆς ἀχράντου μεταλήψεως οὐκ ἔσται συγκεχωρημένον αὐτῷ ἐν ἄλλῳ καιρῷ τῇ μεταλήψει προσιέναι, ἢ ἐν μόνῃ τῇ σωτηρίῳ τοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσει, διὰ τὴν ἐκ τῆς προηγου - ν μένης ἐγκρατείας τῶν νηστειῶν ὅσον δυνατὸν ἀνακάθαρσιν. ταῦτα δὲ φαμὲν, ὅταν μὴ τέκνα παρῇ ἐκ τῶν προτέρων γάμων τοῖς ἤδη μετὰ τὸ τεσσαρακοστὸν ἔτος τρίτην ἄγεσθαι προῃρημένοις γυναῖκα. ἐπεὶ ἐὰν τέκνα παρῇ, ἀσυγχώρητος αὐτοῖς ἡ τριγαμία. λίαν γάρ ἐστιν ἄδικον, τὸν μὲν χαρίζεσθαι τῇ ἐξώρῳ ἐπιθυμίᾳ, τοῖς δὲ παισὶ τῶν προτέρων γάμων μὴ προνοεῖσθαι τὸ ἀσφαλὲς καὶ τὸ ἄλυπον καὶ ἀτάραχον καὶ ὅσα οἶδε τὸ ἀνθρώπινον καταλαμβάνειν ἐκ τῆς πολυσπόρου τεκνώσεως. καὶ εἴ τις δὲ τριακοντούτης ὢν καὶ τέκνα ἔχων ἐκ τῶν προλαβόντων γάμων τρίτῃ συνάπτοιτο γυναικὶ, καὶ οὗτος δὲ ἀσυγχώρη- τος μέχρι τετάρτου ἔτους καὶ τῆς κοινωνίας τῶν ἁγιασμάτων ἀμέτοχος ἔστω· διότι δῆλός ἐστιν ἐξ οὐδενὸς ἑτέρου, ἀλλ᾽ ἢ ὑπὸ ἀκρασίας κινούμενος καὶ τοῦ δοῦλος εἶναι σαρκικῆς ἐπιθυμίας ἐπὶ τὸν τοιοῦτον γάμον ἐλθεῖν. καὶ μετὰ τὸ τυχεῖν δὲ τῆς μεταλήψεως τῶν μυστηρίων, τρὶς τοῦ ἐνιαυτοῦ μόνον ἀξιωθήσεται τῆς ἀπολαύσεως· ἅπαξ μὲν ἐν τῇ σωτηρίᾳ τοῦ χριστοῦ καὶ θεοῦ ἡμῶν ἀναστάσει, δεύτερον δὲ ἐν τῇ κοιμήσει τῆς ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου, καὶ τρίτον ἐν τῇ γενεθλίῳ ἡμέρᾳ χριστοῦ τοῦ θεοῦ ἡμῶν, διὰ τὸ καὶ ἐν ταύταις προηγεῖσθαι νηστείαν καὶ τὸ ἐκ ταύτης ὄφελος. εἰ δὲ παῖδες μὴ περίεισιν, ἐπειδὴ τὸ τεκνογονίας ἐπιθυμεῖν οὐκ ἀσύγγνωστον, τὸ τηνικαῦτα συγγνώμης ἀξιωθήσεται ὁ τοιοῦτος γάμος, καὶ μόνῳ τῷ ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν κρατήσαντι ἐπιτιμίῳ θεραπευθήσεται. ταῦτα μὲν καὶ περὶ τοῦ τρίτου γάμου.
3
pr.Οὐ μὴν οὐδὲ τὸν δεύτερον, οὐδὲ τὸν πρῶτον ἐκτὸς ἀσφαλείας ἐῶμεν, ἀλλὰ κἀκείνους ὁρίζομεν οὕτω συνίστασθαι, ὥστε μηδεμίαν ἔχειν πονηρὰν αἰτίαν, ἢ ἐξ ἁρπαγῆς ἢ ἐκ προηγησαμένης λαθραίας φθορᾶς, ἀλλὰ νομίμως καὶ καθαρεύοντας τῶν τοιούτων μολυσμάτων καὶ πορνικῆς ἀκαθαρσίας. εἴ τις οὖν τῶν εἰρημένων καταφρονήσας τύπων πρὸς γαμικὴν ὁμιλίαν πρώτην ἢ καὶ δευτέραν συνέλθοι, τοῦτον ἡ τοῦ χριστοῦ ἐκκλησία, ἡ καθαρὰ καὶ μηδένα σπῖλον ἔχουσα ἢ ῥυτίδα, τοῖς σωτηρίοις ὑποβάλλουσα ἐτασμοῖς οὐ πρὶν εἰς μετάληψιν τῶν θείων παραδέξεται μυστηρίων, ἢ τὸν ὡρισμένον ἐπὶ τῇ πορνείᾳ χρόνον ἀκριβῶς αὐτὸν ἐκπληρῶσαι (εἰ μὴ ἄρα ἡ τοῦ βίου ἀναγκαία κατεπείγοι ἀναχώρησις), τουτέστι μέχρις ἂν τὸ ἕβδομον ἐκπληρωθῇ ἔτος. ὁ δὲ τολμῶν ἱερεὺς παρὰ τὸν διατετυπωμένον ὅρον μεταλήψεως θείας τινὰ τούτων ἀξιῶσαι, περὶ τὸν ἴδιον κινδυνεύσει βαθμόν· δηλονότι τοῦ ἀξιωθέντος παρὰ τὸν ὡρισμένον τύπον τῆς θείας κοινωνίας πάλιν εἰς τὸ ἀκοινώνητον περιισταμένου μέχρι τῆς συμπληρώσεως τοῦ ἑβδόμου ἔτους.