IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.118Impp. Leonis et Alexandri de elocatione immobilium Orphanotrophei. (Α. 909.)

Νεαρὰ νομοθεσία λέοντος καὶ ἀλεξάνδρου περὶ τοῦ ἀπὸ πρώτου γίνεσθαι πάσας τὰς ἐκδόσεις. γέγονε δὲ αὕτη ἐν ἔτει ςυκζ ' 4. ἐναπετέθη ἐν τῷ ὀρφανοτροφείῳ.

Abrir no leitor do IusCommune →

0

pr.Πᾶσα κήνσευσις ἀπὸ αὐγούστου καίσαρος ἐκτεθεῖσα ὑποτελεῖς πάντας τοὺς ὁμογενεῖς παρεσκεύασεν, ὅθεν καὶ τὰ δημόσια τέλη ἀνεφύησαν. ἀπὸ οὖν τῶν τελουμένων δημοσίων ἐμφυτευτικῶν τελεσμάτων ἐν ταύτῃ τῇ θεοφυλάκτῳ πόλει ὁ πρὸ ἡμῶν βασιλεὺς ἰουστῖνος ἐν τῷ τῶν κορυφαίων ἀπο στόλων εὐαγεῖ σεκρέτῳ τοῖς ὀρφανοτροφείοις σὺν ταῖς ἄλλαις αὐτοῦ δωρεαῖς καὶ υμγ νομισμάτων ἐτήσιον δημόσιον τέλος προσαφιέρωσεν, ἐντάξας ταῖς ῥόγαις, κατὰ τὴν ἐναποκειμένὴν αὐτοῦ ἱερὰν νομοθεσίαν ἐν τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, τὰ τοῦ ὀρφανοτροφείου δημόσια ἀνεκποίητα εἶναι, καὶ ἐπὶ προσ ώποις τρισὶν ἐκδίδοσθαι. ὕστερον δὲ πρὸς τὰ τῆς ζωῆς αὐτοῦ τέλη καὶ τὸν τῆς δωρεᾶς τῶν υμγ ' νομισμάτων χρυσόβουλλον λόγον ἐξέθετο, καὶ δ᾽ αὐτοῦ καλῶς καὶ δικαίως τοῖς παροίκοις χρήσεως καὶ νομῆς χρόνον. ὃν καὶ εἰς χεῖρας λαβοῦσα ἡ [γαληνότης] ἡμῶν, τὰ παρ᾽ ἐκείνου καλῶς διορισθέντα εἰς νόμον ἐξέθετο, καὶ κρατεῖν αὐτὸν εἰς τοὺς ἑξῆς ἅπαντας καὶ διηνεκεῖς χρόνους παρεκελεύσατο. ἔνθεν· τοι καὶ διορίζεται, ἀπὸ πρώτου προσώπου εἰς πρῶτον κατέχεσθαι τὰ ἐκδιδόμενα, καὶ δεσπόζειν ἀκωλύτως, καὶ μετὰ τὴν ἐκπλήρωσιν τῶν ἀπὸ πρώτου προσώπου, εἰς πρῶτον, ἀνακάμπτειν τὸν κατέχοντα, καὶ παρέχειν διπλοῦν τὸ τελούμενον ἐμφυτευτικὸν τέλος, καὶ τὴν συνήθειαν. Xin kamis 19., g)