IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio III

JGR III 3.2Impp. Romani, Constantini et Christophori Impp. Romani, Constantini et Christophori.

Ῥωμανοῦ καὶ κωνσταντίνου καὶ χριστοφόρου τῶν φιλοχρίστων καὶ αὐτοκρατόρων μεγάλων βασιλέων νεαρὰ περὶ ἐκποιήσεως κτημάτων, καὶ προτιμήσεως συγγενῶν καὶ κοινωνῶν καὶ ἀναμεμιγμένων καὶ συμπαρακειμένων ὁμοτελῶν καὶ συναπτῶς ἡνωμένων καὶ τῶν νοουμένων ὁμοτελῶν χωρίων καὶ ἀγριδίων, καὶ κωλύσεως δυνατῶν προσώπων, καὶ ἐκποιήσεως στρατιωτικῶν κτημάτων.

Abrir no leitor do IusCommune →

0

pr.[Ἐκφωνηθεῖσα μηνὶ ἀπριλλίῳ ἰνδ. ί τοῦ ςυλ '.] Παλαιὸς νόμος· ἐστὶν, ἵνα μηδεὶς παρὰ συγγενῶν ἢ κοινωνῶν ἐμποδίζηται πωλεῖν οἷς ἂν ἐθελήσειεν· ἕτερος δὲ νόμος· ἄντικρυς ἀπαγορεύει, μὴ ἐξεῖναί τινι πιπράσκειν ἑτέρῳ ἢ μόνον τοῖς τῆς ἰδίας μητροκωμίας οἰκήτορσιν. ἡμεῖς δὲ τῶν ἡμετέρων ὑποτελῶν ἅμα καὶ τῶν δημοσίων φόρων, τῆς τε ἄλλης στρατιωτικῆς καὶ πολιτικῆς λειτουργίας καὶ συντελείας πολλὴν τιθέμενοι πρόνοιαν, τὸ ἐναντιοφανὲς αὐτῶν καὶ ἀδιόριστον διὰ ταύτης ἡμῶν τῆς θείας διατάξεως σαφεῖ καὶ συντόμῳ λόγῳ ἐπανορθοῦντες·

1

pr.Θεσπίζομεν ἀπὸ τοῦ νῦν ἐν πάσῃ πόλει καὶ χώρᾳ καὶ ἐπαρχίᾳ, ἵνα εἴ τινες τυχὸν ὡς ἀπὸ συγγενείας διηρημένως ἢ ἀδιαιρέτως, ἢ ὡς ἐκ κοινῆς ἀγορασίας ἢ ἄλλης τοιουτοτρόπου κτήσεως, ἢ οἱ μὲν ἐκ συγγενείας οἱ δὲ ἐξ ἐπικτήσεως, ἐπίκοινον οἰκίαν ἢ ἀγρὸν ἢ ἀμπελῶνα ἢ ἕτερὸν τὸ οἱονοῦν ἀκίνητον ἔχοντες, ἢ ἄλλως καὶ οὐχ ὡς ἐξ ἐπικοίνου τοῖς ἐγγίζουσι κτήμασι κατά τι μέρος ἀναμεμιγμένοι ἢ συμπαρακείμενοι ὁμοτελεῖς ἢ ἁπλῶς πλησιάζοντες, βουληθεῖεν ἐκποιῆσαι τὰ ἴδια κατὰ πρᾶσιν ἢ ἐμφύτευσιν ἢ μίσθωσιν, μὴ πρότερον ἑτέρῳ τινὶ ταῦτα ἐκποιείτωσαν, εἰ μὴ πρὸς ἐκείνους διαμαρτύρωνται, οὓς καλοῦμεν κατὰ τάξιν πρὸς τὴν προτίμησιν· ἵνα πρῶτοι κληθῶσιν οἱ ἀναμὶξ συγκείμενοι συγγενεῖς· εἶτα οἱ οὕτως συμπεπλεγμένοι κοινωνοί· μεθ᾽ οὓς οἱ μόνον ἀναμεμιγμένοι, εἰ καὶ ξένοι πάντη τῷ ἐκχωροῦντι τυγχάνοιεν· ἔπειτα καὶ οἱ συμπαρακείμενοι ὁμοτελεῖς· μετέπειτα οἱ ἁπλῶς ἐν τινι μέρει συναπτῶς ἡνωμένοι. ὁμοτελεῖς δέ φαμεν πάντας τοὺς ὑπὸ τὸν αὐτὸν ὑποτεταγμένον ἀναγραφομένους, κἂν ἐν διαφόροις τόποις τὰ ἴδια τελέσματα καταβάλλωνται 13. πολλῶν δὲ πέριξ τοῦ ἐκχωρουμένου κτήματος ὁμορούντων, κατὰ τὴν αὐτὴν τάξιν ἑκάστῳ ἡ προτίμησις διὰ μαρτυρίας τελείσθω, ἵνα τῶν προτιμωμένων ἴσως Impp. Romani, Constantini et Christophori. παραιτουμένων, οἱ ἐφεξῆς καλούμενοι, εἴγε βούλοιντο, συναλλάξαιεν. εἰ μέντοι πάντες ἐκ τῶν ἴσων ἔρχονται προνομίων, ὥστε κατὰ μηδὲν ἀλλήλων προκεκρίσθαι ἐπὶ τῇ τοιαύτῃ προκλήσει, ἡ αὐτὴ πᾶσιν ὁμοίως γινέσθω προφώνησις, ἵνα ἐντὸς λ΄ ἡμερῶν τὸ ἄξιον τίμημα ἢ ὅπερ ἀῤῥᾳδιουργήτως ὁ ἀληθὴς δίδωσιν ἀγοραστὴς, αὐτοὶ ἀνυπερθέτως καταβαλόντες ἀναλόγως ἀφ᾿ ἑαυτῶν ἢ ἔκ τινος ἀρχῆς τοῦτο ἐπιμερίσωνται. ὅσοι δὲ μὴ ἐμπροθέσμως τὴν ἐπιβάλλουσαν αὐτοῖς παράσχοιεν ἀποτίμησιν, οὐκέτι δίκαιον ἕξουσι προτιμήσεως, πλὴν εἰ μή τις αὐτῶν αἰχμάλωτός ἐστιν ἢ περιωρισμένος ἢ ἐξόριστος, ἢ ἐν δημοσίαις ἢ καὶ ἰδίαις χρείαις ἀδόλως ἀπολιμπάνεται, ἢ οὔπω τὸν κέ χρόνον τῆς ἰδίας ἤνυσεν ἡλικίας. τούτων γὰρ οἱ τὴν διοίκησιν τῶν προσόντων αὐτοῖς ἀναδεδεγμένοι ἐντὸς δ΄ μηνῶν μετὰ τῶν συμπαρακειμένων νέων ἀγοραστῶν πρὸς ἀναλογοῦν συνεισέρχονται, ἀναπληροῦντες αὐτοῖς τὸ ἀνῆκον τίμημα μετὰ τοῦ νομίμου τόκου καὶ τῶν ἀναγκαίων ἀναλωμάτων· τοὺς δὲ ξένους ἀγοραστὰς ἀπωθοῦνται τελείως, τὸ τίμημα μετὰ τῶν αὐτῶν τόκων τε καὶ δαπανημάτων ἀναδιδόντες αὐτοῖς. εἰ δὲ οἱ τῶν εἰρημένων προσώπων διοικηταὶ ὑφορῶνται, μήπως τὸ παρ᾽ αὐτῶν πραχθὲν ἐκεῖνοι δεκτὸν οὐχ ἡγήσωνται, μετ᾿ ἐγγράφου νομικῆς διαγνώσεως ἢ ἀποβαλλέσθωσαν ἢ καταδεχέσθωσαν τὸ συνάλλαγμα. εἰ δὲ καὶ πρὸς τοῦτο ῥᾳθυμήσουσιν, οἴκοθεν αὐτοῖς παρεχέτωσαν πᾶν κέρδος καὶ πᾶσαν ὠφέλειαν, ἣν ἔμελλον ἕξειν ἐκεῖνοι, εἴπερ ἔσπευσαν οὗτοι πρὸς τὸ συνάλλαγμα. καὶ ταῦτα μὲν ἐπὶ συγγενῶν, καὶ κοινωνῶν, καὶ ὁμοτελῶν, καὶ τῶν ἄλλων παρακεκτημένων. ἀλλὰ καὶ ἐπὶ τῆς ὁμάδος τῶν καλουμένων χωρίων ἢ ἀγριδίων πολλῷ μᾶλλον κρατείτω, ἵνα καὶ οἱ κτήτορες αὐτῶν πρὸς ἀλλήλους ἔχωσι τὴν προτίμησιν. εἰ δὲ πάντες παραιτήσονται οἷς δίδοται ἡ προτίμησις, ἢ δείκνυνται αἴτιοι χρηματικῆς ζημίας ἢ σωματικῆς ἐπιβουλῆς τε καὶ ἀτιμίας τραχείας τῷ ἐκποιοῦντι καὶ τῇ αὐτοῦ φαμιλίᾳ, οὐ κατὰ τύχην ἀλλ᾽ ἐκ προνοίας, δ᾽ ἑαυτῶν ἢ διὰ τῶν προσηκόντων αὐτοῖς γεγονότες, τοὺς τοιούτους ἄκοντος τοῦ πεπονθότος κατ οὐδένα τρόπον εἰς τὴν ἐκείνου κτῆσιν εἰσενεχθῆναι βουλόμεθα. κατὰ πρόφασιν μέντοι προικὸς ἢ προγαμιαίας δωρεᾶς ἢ ἁπλῆς ἢ θανάτου αἰτίᾳ δωρεᾶς ἢ ἐκ διαθήκης ἢ ἀνταλλαγῆς ἢ διαλύσεως καὶ οἰκεῖοι καὶ ἐξωτικοὶ ἅπαντες ἐκποιεῖν δύνανται· μόνον ἵνα μή τις κατὰ σκῆψιν λάθρα πωλήσας ἢ μισθώσας τοῖς μὴ προτιμωμένοις, ἐν τῷ φανερῷ δωρεῖσθαι ἢ λεγατεύειν ἢ τι τῶν εἰρημένων προσποιήσηται. διὰ ταῦτα γὰρ καὶ ὅρκον τοῦ τε διδόντος καὶ τοῦ λαμβάνοντος οἱ τὸ προνόμιον τῆς προτιμήσεως ἔχοντες δύνανται ἀπαιτεῖν. εἰ δέ γε οἱ ἐκποιοῦντες πρὸς περιγραφὴν τῆς ἡμετέρας νομοθεσίας ἄλλο τὶ πρᾶξαι τολμήσουσι καὶ ἄλλο τὶ ἐκ τοῦ φανεροῦ προσποιήσονται, εἰ μὲν μετὰ τὸν ὅρκον ἐλεγχθῶσιν, αὐτοί τε καὶ οἱ οὕτω δολερῶς αὐτοῖς συναλλάξαντες τάς τε τῆς ἐπιορκίας ποινὰς ὑφέξουσι, καὶ ὁ μὲν τοῦ κτήματος, ὁ δὲ τοῦ λάθρα καταβληθέντος τιμήματος ἐκπεσεῖται, καὶ ἀμφότερα τῷ δημοσίῳ εἰσκομισθήσονται, ἵνα ἐκ τοῦ δημοσίου εἰς τοὺς πλησιάζοντας διαπραθῇ 26. εἰ δὲ πρὸ τοῦ ὅρκου φωραθεῖεν τοιοῦτόν τι διαπραξάμενοι, καὶ τὸ πραχθὲν ἄκυρον ἔσται, καὶ τὸ κτῆμα ὁ ἅπαξ πειραθεὶς κακῶς ἐκποιῆσαι καὶ ἄκων ἀπεμπολῆσαι ἀναγκασθήσεται εἰς ἐκείνους, οἷς δεδώκαμεν τὴν προτίμησιν.

2

pr.Τοῖς δὲ δυνατοῖς ἀπαγορεύομεν τοῦ λοιποῦ υἱοθεσίας τρόπῳ ἢ δωρεᾶς ἁπλῆς ἢ θανάτου αἰτίᾳ ἢ ἐκ διαθήκης ἢ κατὰ μόνην χρῆσιν ἢ ὡς ἐπί τινι προστασίᾳ καὶ συνδρομῇ λαμβάνειν τὶ παρὰ τῶν εὐτελεστέρων, εἰ μὴ ἄρα συγγενεῖς αὐτῶν εἶεν. ἀλλὰ μηδὲ νέας ἀγορασίας ποιεῖσθαι ἢ μισθώσεις ἢ ἀνταλλαγὰς ἔν τισι χωρίοις ἢ ἀγριδίοις, ἐν οἷς οὐκ ἔχουσιν ἴδια κτήματα, ἐκ τῶν κτητόρων αὐτῶν. εἰ δὲ μὴ τούτων αἱ στάσεις, ἀλλ᾽ ἑτέρων προσώπων εἰσὶ τὰ διαπιπρασκόμενα προάστεια, εἴ τε ἐκ τοῦ δημοσίου οἱ λεγόμενοι κλασματικοὶ τόποι ἢ καὶ ἄλλη κτῆσις ἀνήκουσα αὐτῷ ἐκποιεῖται, καὶ ὡσαύτως οἱ αὐτοὶ κτήτορες προτιμάσθωσαν. τούτων δὲ ἑκουσίως ἀποτασσομένων, τότε καὶ τοῖς δυνατοῖς ἔξεστι συναλλάττειν 30. ἐκεῖνοι δὲ νοείσθωσαν δυνατοὶ, οἵτινες κἂν μὴ δι ἑαυτῶν, ἀλλ᾽ οὖν διὰ τῆς ἑτέρων δυναστείας, πρὸς οὓς πεπαῤῥησιασμένως ᾠκείωνται, ἱκανοί εἰσιν ἐκφοβῆσαι τοὺς ἐκποιοῦντας, ἢ πρὸς εὐεργεσίας ὑπόσχεσιν την πληροφορίαν αὐτοῖς παρασχεῖν. εἰ δέ τις ἐκ τῶν δυνατῶν προσώπων τοιοῦτόν τι ἐγχειρήσει διαπράξασθαι, καὶ τοῦ κτήImpp. Romani, Christophori et Constantini. ματος στερηθήσεται καὶ τὴν ἀποτίμησιν αὐτοῦ ἐκ τοῦ δημοσίου εἰσπραχθήσεται 31. μετὰ μέντοι δεκαετίαν ἀνεπιφώνητον κατὰ τῶν ὁπωσοῦν συναλλαξάντων ἢ δωρεὰς δεξαμένων ἢ ἐκ διαθήκης τὶ κτησαμένων οὐδεμία παρ᾽ οὐδενὸς τῶν ἐντεῦθεν προτιμωμένων, ἢ καὶ ὡς ἐκ τοῦ δημοσίου ζήτησις ἔσται.

3

pr.Πρὸς τούτοις δὲ κελεύομεν, ὥστε πάντα τὰ στρατιωτικὰ κτήματα, ὅσα ἐντὸς τριακονταετίας καθ ' οἱονδήποτε τρόπον ἐξεποιήθησαν, ἢ μετὰ ταῦτα μέλλουσιν ἐκποιεῖσθαι, ἀναργύρως εἰς τὴν τῆς ἰδίας στρατείας ἐνοχὴν καὶ ὑπηρεσίαν πάλιν ἐπανακάμψαι, εἰ μὴ ἄρα καὶ μετὰ τὴν ἐκποίησιν τοσοῦτον τῷ στρατιώτῃ περιλιμπάνεται, ὅσον τῷ στρατευομένῳ πρὸς τὴν τῆς νέας στρατείας σύστασιν ἐξαρκεῖ. καθ᾽ ὅσον γὰρ ἐλλείπει, κατὰ τοσοῦτον ἡ ἐκποίησις ἀναιρεῖται.