JGR III 2.99Ut actor primo de calumnia juret.
ΔΙΑΤΑΞΙΣ θ '. Περὶ τοῦ τὸν ἐνάγοντα πρῶτον ὀμνῦναι τὸν περὶ καλουμνίας ὅρκον. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὅσα πρὸς εὐλάβειαν ὁρᾷ, ὅσα πρὸς δεξιότητα τρόπων, ταῦτα καὶ ἑνὶ ἑκάστῳ καὶ τῷ κοινῷ τῆς πολιτείας εὐχὴν καὶ ἀγώνισμα τίθεμαι καὶ παρ᾽ ἐμαυτοῦ προσεξευρίσκειν εἴ τι δυναίμην, καὶ παρ᾽ ἄλλων ἐξευραμένων τὴν οἰκείαν παρέχειν ὠφέλειαν. διὰ τοῦτο ἐπὶ τοῖς ἄλλοις καὶ οὗτος ἡμῖν ὁ νόμος οἷον ἀποφθαρεὶς τυχεῖν ἀναβιώσεως ἔδοξεν, ὃς κελεύει τὸν εἰς ἀνάγκην τοῦ ὀμνῦναί τινα καθιστῶντα αὐτὸν ἐπομόσασθαι πρό τερον ἢ μὴν οὐ κακουργίᾳ τὸν ὅρκον αἰτεῖν, οὐδ᾽ ἀπὸ γνώμης δολιότητι κινουμένης, ἀλλὰ ζητούσης πίστιν λαβεῖν περὶ ὧν ἡ ἀμφιβολία κυμαίνει τοὺς λογισμούς. καλῶς γὰρ τοῦ τοιούτου θεσπίσματος δόξαντος τοῖς ἀρχαιοτέροις, οἱ νεώτεροι παρὰ φαῦλον θέμενοι τὸ ἐκεῖθεν ἀσφαλές, ὁρκίων χρείας προβεβλη μένης τὸν μὲν ἀπαιτούμενον ἀξιοῦσιν ὑπέχειν τὸν ὅρκον, περὶ δὲ τοῦ ἀπαιτεῖν ἐγνωκότος οὐδὲν πολυπραγμονοῦσιν. Ὁρίζει οὖν τὸ ἡμέτερον κράτος κατὰ τὸ δόγμα τῶν πάλαι νομοθετησάντων τὸν τύπον τηρεῖσθαι τῶν ὅρκων, καὶ τὸν λαβεῖν ὡρμημένον παρὰ τοῦ διαμφισβητοῦντος ὅρκον μέρους αὐτὸν πρότερον ὃ ζητεῖ παρασχεῖν τῶν οἰκείων τρόπων ἐχέγγυον, ὡς οὐ κακομηχάνως, ἀλλ᾽ ἀναγκαίως καὶ σὺν ἀπροφασίστῳ χρείᾳ πρὸς τὴν τοιαύτην ἦλθεν ἀπαίτησιν. οἶμαι γὰρ, οὕτως ἀμφοτέρων πρὸς τὸ ἐπομνῦναι καθισταμένων ἢ πάντως λαμπροτέραν ἐπὶ τῶν ὅρκων προϊέναι τὴν ἀλήθειαν, ἢ τούτοις ὑποστολήν τινα δέξασθαι, καὶ οὐχ οὕτως προχείρως καὶ μετὰ προόδου ἑτοιμοτέρας, ὥσπερ νῦν προϊόντες ὁρῶνται, προάγεσθαι.