JGR III 2.98Eunuchi ne uxores ducant.
ΔΙΑΤΑΞΙΣ ςη. Περὶ τοῦ μὴ εὐνούχους ἐγγαμίζεσθαι. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ἡ τῶν νόμων γένεσις καὶ κατάστασιν τῆς πολιτείας σκοπὸν ὑποβάλλεται, καὶ τῇ φύσει ἐνίοτε ἀδικουμένῃ βοηθεῖν ἐπαγγέλλεται. οὐκοῦν δίκαιον καὶ νῦν περὶ τῆς ζητουμένης ὑπο- θέσεως (ἡ δέ ἐστιν, εἰ ἔξεστιν εὐνούχοις πρὸς γάμον συνάπτεσθαι) νόμον τυχεῖν γενέσεως. ἀλλὰ πρὸ τῆς τοῦ νόμου ἐκθέσεως ἄξιον πρὸς ἐξέτασιν καταστῆναι τοῦ πράγματος, καὶ συνιδεῖν, εἰ δυνατὸν τὴν τοιαύτην συνάφειαν ἀποφέρεσθαι γάμου κλῆσιν, μᾶλλον δὲ εἰ ὅλως ἐπ᾿ αὐτῇ θέμις τελεῖσθαι, ἃ τῷ γάμῳ τελεῖται, οἷον εὐχὴν ἱερὰν ἢ τελετὴν ἢ ἀνθρωπίνην τινὰ τέρψιν καὶ θυμηδίαν, καὶ ὅσα ἐπὶ μνηστείᾳ γίνεται. ὁ μὲν γὰρ ἱερεὺς κατὰ μίμησιν τῆς ἄνωθεν παρὰ τοῦ πλάσαντος εὐλογίας τοῦ πρὸς αὔξησιν τὰ γένη συναρμόσαντος ἕστηκεν ἱερολογῶν, ἡ δὲ ἐξ ἀνθρώπων προϊοῦσα θυμηδία καὶ ἀγαλλίασις πρὸς τὸ τῆς γεναρχίας τέλος ἀφορῶσα καὶ τοῦ γένους ἑκάστου τὴν βλάστην· λαμβάνει τὴν πρόοδον· οἵ τε γὰρ τῶν νυμφίων γεννήτορες, ἐν ἐλπίσιν ὄντες τοῦ γονὴν ἐπόψεσθαι τῶν οἰκείων σπλάγχνων, οἵ τε νυμφαγωγούμενοι τοῦ δοῦναι τῷ βίῳ γένους διαδοχὴν, τῆς περισταζούσης αὐτοὺς ἀπολαύουσιν ἡδονῆς. ᾧ δὲ μηδὲν ὑπεστι τοιοῦτον, ποίᾳ μὲν ἀνθρωπίνῃ εὐφροσύνῃ συνέλθοι; ποίᾳ δ᾽ ἱερᾷ συνεπιλήψεταί τελετῇ; οὕτω δὲ τῆς συναφείας ὁρωμένης ἀνευφράντου καὶ ἀνιέρου καὶ ἀτελέστου καὶ ἀμεθέκτου εὐλογίας, πῶς ἡ γαμήλιος κλῆσις ἁρμόσει; μᾶλλον δὲ πῶς οὐχ οἷα καὶ ἐκθέσμῳε κόλασις ἕψεται ἡ ἐπὶ τοῖς ἐκθέσμοις ὀφειλομένη; ἀλλ᾽ ὅτι μὲν οὐδὲ τὴν ἀρχὴν γάμος δύναιτο ἂν λέγεσθαι, ὡς ἐν τύπῳ οὕτως· θεωρείτω δὲ μᾶλλον ὁ λόγος καὶ ἀκριβέστερον τὴν ἀδικίαν τοῦ πράγματος. τὸ ἄρσεν καὶ θῆλυ συναρμόζων ἐξ ἀρχῆς ὁ πλάστης πρὸς τὸν ἐκεῖθεν πληθυσμὸν ἀφορῶν διετίθει τὴν συναρμοστίαν, καὶ μὴν καὶ τῇ φύσει (καθόσον δυνατὸν οἷα δούλῃ σώζειν τοὺς δεδομένους παρὰ τοῦ κτίσαντος λόγους) σκοπὸς ἐπὶ τούτῳ γαμικὴν ὁμιλίαν συνίστασθαι, ἐφ᾽ ᾧ τῶν γενῶν ἡ διαδοχὴ προΐοι μέχρις ἂν δ᾽ αὐτῆς ὁ κτίσας βούλοιτο τὴν τοιαύτην ὑπ᾽ αὐτῆς λειτουργίαν διακονεῖσθαι. εἰ οὖν ἐστὶ κἀνταῦθα ὃ καὶ τῷ πλάστῃ τῆς φύσεως καὶ τῇ φύσει νενόηται, μὴ κωλυέσθω τὸ κωλυόμενον· εἰ δ᾽ οὐκ ἐστὶν (ὥσπερ οὐδ᾽ ἐστὶν, ἀλλὰ πᾶν τοὐναντίον, ἄπορον μὲν εἰς πλήρωσιν τῆς δεσποτικῆς βουλῆς, ἔκφυλον δὲ καὶ οἷον μὴ ἔγνωκεν ἡ φύσις), πῶς οὐ παντὶ κωλυ θήσεται τρόπῳ; εἰ δέ τις λέγοι τὸ φιλονεικεῖν ἡδὺ ποιούμενος, ὡς εἴ γε διὰ τὸ ἄγονον ἀποκλείεται γαμεῖν εὐνούχοις, πολλῶν καὶ ἄλλων ἀποκωλύσεις γάμους (οὐ γὰρ πάντες, ὅσοι πρὸς κοινωνίαν ἔρχονται, τοιαύτην φύσιν ἐκ τῆς κοινωνίας ἔδειξαν), πρὸς τὴν φιλονεικίαν ἕτοιμος ἡ ἀπόκρισις, ὅτι ἐπ᾿ ἐκείνων μὲν, εἰ καὶ μὴ καρπὸς φύεται, ἀλλ᾽ οὖν οὐκ ἐπὶ τούτῳ· συνῆλθον οὐδ᾽ ὥστε μὴ δοῦναι τῷ βίῳ τῆς γαμικῆς γεωργίας ὠφέλειαν, ἀλλὰ δῆλον ὡς πόθῳ μὲν παιδοποιΐας, ὑπειληφότες δὲ ὅτι πρὸς ἔργὸν ὁ πόθος χωρήσοι, εἰ καὶ πρὸς ἔκβασιν ἠτύχησεν ἡ ἐλπίς· ἐνταῦθα δὲ οὐκ ἔστι τοιοῦτον εἰπεῖν (πολλοῦ γε καὶ δεῖ), ἀλλ᾽ ἀκριβῶς εἰδότες οἱ κατὰ τὴν ἔκφυλον συνιόντες μίξιν, ὡς ἄγονοι καὶ ἄκαρποι, ἐπ᾿ αὐτὸ τοῦτο καὶ συνῆλθον, καὶ καθάπερ τῇ φύσει ἐπιβουλεύοντες 10. ἀμφότεροι τοίνυν καὶ κατὰ τοῦτο μόνον μισητοὶ, ἡ μὲν, ὅτι ἐξὸν αὐτῇ, εἰ τὴν διὰ γάμου ἐπόθησεν ὁμιλίαν, κοινωνῆσαι γονίμῳ φύσει τὴν ἄγονον ἠλλάξατο καὶ τὸ ἄκαρπον, ὁ δὲ, ὡς τῇ ἑαυτοῦ ἀχρηστίᾳ περιϊστῶν εἰς τὸ ἄχρηστον εὐλογίας ἐνεγκεῖν τῷ ποιήσαντι. εἶτα καὶ χώραν μὲν, ἐξ ἧς ἄν τις ἕτερος καρπὸν δρέψαιτο, εἴ τις ὀφθείη διαλυμαινόμενος καὶ πρὸς τὸ ἀργὸν αὐτῇ χρώμενος, ὡς πονηρὸν καὶ λυμεῶνα μισήσομεν καὶ εἰ δυνατὸν ἐφέξομεν αὐτοῦ τὴν προαί- ρεσιν, τὸν δ᾽ εἴ τις ἐξ ἧς ὁ λογικὸς ἀναβλαστάνει στάχυς χώραν ἐξερημοῖ καὶ ἄχρηστον δείκνυσι, τούτῳ ὡς μηδὲν ἄδικον δρῶντι παραχωρήσομεν; καὶ τίς ἂν φαίη; ἀλλά, φασι, παῦλος εἶπε· κρεῖττον γαμεῖν ἢ πυροῦσθαι, ὥστε διὰ τὴν πύρωσιν ἀκώλυτον ἡ συνάφεια. ὁ τὸν παῦλον εἰς μέσον προάγων, πρόσχες τοῦ παύλου τοῖς ῥήμασι. γαμεῖν εἶπε, τουτέστι διὰ τῆς γαμικῆς ὁμιλίας συναρμόζεσθαι γυναικί. εἰ μὲν οὖν καὶ ἡ σὴ πρὸς γυναῖκα μίξις συνάρμοσις γαμικὴ, καὶ ἀξία τυχεῖν εὐτ λογίας, ἥτις ὀφείλεται τοῖς νυμφαγωγουμένοις, γάμον αὐτὴν ἐξονόμαζε καὶ περισκόπει νύμφην· εἰ δ᾽ εὐλογίας οὐκ ἂν οὐδ᾽ ὄναρ ποτὲ μετάσχοις (τίς γὰρ ἂν ἢ ποία ἱερολογία ἐπὶ τοῖς ἀπ᾿ ἐναντίας μὲν συναπτομένοις τῷ τοῦ πλάσαντος δόγματι, ἀπ᾿ ἐναντίας δὲ τῷ νόμῳ τῆς φύσεως προέλθοι;), τί τὸν παῦλον εἰς συμφωνίαν ἕλκειν τολμᾷς τοῦ σοῦ ἀγάμου καὶ ἐκφύλου γάμου; ἄλλως τε δὲ καὶ τοῖς ἀποτέμνουσι τούτων τὴν ἀῤῥενο- ποιΐαν εἰ τοῦτο ἡ ἐπίνοια βούλεται (εἰ καὶ σφαλερῶς καὶ θεῷ ἀντιπράττοντες ἥκουσιν ἐπὶ τὴν πρᾶξιν), ὥστε μηκέτι δρᾶν αὐτοὺς ἅπερ ἄνδρες, ἀλλ᾽ ὅσα γε τὴν πρὸς τὸ θῆλυ γένος ἐπιθυμίαν ἀπομαρᾶναι καὶ τῆς εὐνῆς ἀνυπόπτους φύλακας εἶναι (τοῦτο γὰρ ἡ κλῆσις ἐγγυᾶται), πῶς κατὰ τοῦτο δικαίαν οὐ χαλκεύσουσι καθ᾽ ἑαυτῶν ἀγανάκτησιν, δι ὧν οὐ μόνον τῇ φύσει ἐχθρὰν προαίρεσιν κέκτηνται, ἀλλὰ καὶ αὐτοῖς ἐκείνοις, οἳ κἂν κακοτέχνως ὅμως σπουδὴν ἔθεντο πρὸς τὸ δόξαν αὐτοῖς χρησίμους ὀφθῆναι, ἐναντιούμενοι ἀπεδείχθησαν, καὶ ξένον τὶ γένος ὑπάρχουσιν, μήτε τῇ ἐξ ἀρχῆς προβαλούσῃ φύσει, μήτε τῇ μετὰ ταῦτα μεταπλασαμένῃ κακοτεχνίᾳ συνοικειούμενοι;· Διὰ τοῦτο θεσπίζομεν, τῶν εἴ τις εὐνούχων πρὸς γάμον ἥκων φωραθείη, καὶ αὐτὸν μὲν τῇ τῆς πορνείας ὑποκεῖ σθαι κολάσει, καὶ τὸν ἀνιέρως δὲ τολμήσαντα ἱερέα τὴν τοιαύτην συναρμοστίαν τελέσαι τῆς ἱερατικῆς ἀξίας ἀπογυμνοῦσθαι.