JGR III 2.97Ut juramentum praestet judex initio litis, et quum magistratus nominatur.
ΔΙΑΤΑΞΙΣ ζ. Περὶ τοῦ ὀμνύειν τὸν κριτὴν ἐν ἀρχῇ τῆς δίκης καὶ εἰς τὸ προβληθῆναι ἄρχοντα. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Εἰ καὶ δοκεῖ πως ἐναντιολογεῖσθαι τὸ παντελῶς ἐκκλίνειν τῷ προστάσσοντι θείῳ κελεύσματι τὸ ὀμνῦναι ὁ ἐπ᾿ ἀρχῶν προβολαῖς καὶ δίκης συστάσει ὁρίζων ὀμνύειν νόμος, ἀλλ᾽ εἰ τὴν γνώμην τῶν λόγων τὶς διασκέψαιτο, οὐκ εἰς ἐναντιότητα γνοίη τοῦτον ἀποκεκριμένον, τουναντίον δὲ ἐκεῖνο σπουδὴν ποιούμενον καταπράττειν διὰ τῆς τοῦ ὅρκου παραλήψεως, ὅπερ ὁ θεῖος βούλεται νόμος ἐν τῇ τοῦ μὴ ὀμνύειν ἐπιτροπῇ ἐξανύειν. καὶ γὰρ ὁ μὲν τῷ ψεύδει καθάπαξ ἀποκλείων τὴν πάροδον ἀπαγορεύει τέλεον ὀμνύεσθαι, ὁ δὲ τὸ αὐτὸ τοῦτο βουλόμενος εἰς δίωξιν ψεύδους τὸν ὅρκον σύμμαχον παραλαμβάνει. ὥστε καὶ ἡμῖν οὐ πρὸς τὸ σχῆμα τῶν ῥημάτων, ἀλλὰ πρὸς τὸν ἐγκείμενον σκοπὸν ἀπερείδουσι τὴν διάνοιαν ἔδοξεν οὐχ ὡς μαχομένην τῷ θείῳ καὶ δεσποτικῷ παραγγέλματι τὴν πολιτικὴν ἀτιμάζειν ψῆφον, ἀλλ᾽ ὡς πρὸς τὸ αὐτὸ φερούσης συντηρεῖν αὐτῆς· τὴν τιμήν. ἄλλως τε δὲ καὶ τοῦτο συνείδομεν, ὡς τὸ δεσποτικὸν παρακέλευσμα οὐχ ἁπλῶς οὐδὲ πρὸς βιωτικῶν πραγμάτων ἐξηνέχθη κατάστασιν, ἀλλὰ πρὸς τελειοτέρας πολιτείας τοῖς ἀνιέναι πρὸς τὸ μακάριον ἐκεῖνο ὕψος ποθοῦσιν ἀνάβασιν, ὥσπερ καὶ τὰ ἄλλα,· οἷον τό· μὴ μεριμνήσητε΄ τῇ ψυχῇ τί φάγητε, καί· μὴ θησαυρίζετε θησαυροὺς ἐπὶ τῆς γῆς, καὶ ὅσα ὁμοδύναμα. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἀφωρισμένοις τοῖς τελειοτέροις φέρει τὴν γνώμην. Διὰ τοῦτο δὴ τὴν ἰσχὺν οἰκείαν ἀμείωτον ὥσπερ ἔφην τῷ πολίτῃ συντηροῦντες νόμῳ θεσπίζομεν καὶ ἡμεῖς, τοὺς τε καθισταμένους εἰς ἀρχῆς προβολὴν καὶ εἰς κρίσιν ἀμφισβητουμένου πράγματος εἰσιόντας δι ὅρκων πιστοῦσθαι, ὡς τὸ ἀλη- θὲς πρὸ τοῦ ψεύδους τιμήσουσι, καὶ οὐδαμῶς τῆς εὐθείας ἐκτραπέντες ἐπὶ τὴν σκολιὰν τῆς ἀπάτης τρίβον χωρήσουσιν.