IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.96De sepulcro violato.

ΔΙΑΤΑΞΙΣ §. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐστὶν ἀσύγγνωστα τῶν ἁμαρτημάτων καὶ εἰς ποινῆς ἐπιφορὰν ἀπαραίτητα, ὅσα μόνην κακίαν ἔχει τῆς γνώμης, καὶ φυσικῆς ἀνάγκης ἀπολογίας ἡ πρᾶξις ἐστέρηται. ἃ δὲ μὴ ὁλοτε- λῶς ἐστι τῆς πονηρίας, ἀλλ᾽ ἔχει καί τινα μίξιν φυσικῆς τυραννίδος, ταῦτα τοῖς κατὰ μέτρον τῆς ἐν τῇ φύσει δυνάμεως κρίνειν προαιρουμένοις συγγνώμης οὐκ ἀποτεύξεται. ἐκ ταύτης ἐγὼ τῆς γνώμης στοχάζομαι τό τε πολιτικὸν καὶ ἱερὸν ψήφισμα πρὸς ἀντιλογίαν ἀλλήλων ἰδεῖν, ἐν ὅσῳ περὶ τῶν διερευνωμένων τὰς τῶν ἀποβιούντων θήκας ψηφίζονται. ὁ μὲν γὰρ πολιτικὸς νόμος πρὸς μόνην τὴν δύστροπον ἀποσκοπήσας προαίρεσιν τὴν τοιαύτην ἁμαρτίαν κολάζει συγγνώμης ἀποστερῶν, ὁ δ᾽ ἱερὸς (οἶμαι πρὸς τὴν διοχλοῦσαν τῷ βίῳ πενίαν ἰδὼν, ἢ τοὺς στενοχωρουμένους πολλάκις τολμᾶν προάγει ἀτόλμητα) τιμωρίαν τοῖς ἁλοῦσιν οὐκ ἔταξεν. Ἡμεῖς οὖν πρὸς τὴν ἑκατέρου ψηφίσματος συγγνώμην ἁρμοζόμενοι καὶ καθ ' ὅσον οἷόν τε ἦν δίκην καὶ συγγνώμην εἰς ἓν συνάπτοντες, τοὺς μὲν ἅπαξ τοῦτο τολμήσαντας θεσπίζομεν εὐμενοῦς καὶ μακροθυμούσης πρὸς τὸ τιμωρεῖσθαι τυγχάνειν τῆς δίκης, τοὺς δὲ τὸ συμπαθὲς ἀφορμὴν ποιησαμένους δευτέρου τολμήματος, ἀλλὰ μὴ νοῦν λαβόντας ἐκ τούτου εἰς ἀναχώρησιν τῆς πονηρίας, ἀπαραιτήτως τὴν τιμωρίαν ὑφίστασθαι. αὕτη μάστιξι ταῖς κατὰ νώτου καὶ τριχῶν ὁρισθήσεται κουρείᾳ.