JGR III 2.95De loco superiore avulso.
ΔΙΑΤΑΞΙΣ ζέ. Περὶ τοῦ ἀποσπασθέντος ὑπεργείου τόπου. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Καὶ τοῖς ἀρχαιοτέροις καὶ προλαβοῦσι τὴν γένεσιν νόμοις αἱ τῶν πραγμάτων χρεῖαι παρέσχον ὑπόστασιν. πρὸς γὰρ τὰ κατὰ τὸν βίον συμπίπτοντα ἡ τῶν ἑκάστοτε νομοθετῶν διαβλέψασα γνώμη πρὸς τὴν τούτων φύσιν καὶ τὰ νομοθετήματα τίθεται. ἐπεὶ οὖν ἐκ τῶν ἐν βίῳ πραγμάτων ὥσπερ ἔφημεν τοῖς νόμοις ἡ ἀφορμὴ τῆς γενέσεως, χρείαν καινὴν ὁρῶντες ἡμεῖς διά τινος καινότητα πράγματος καὶ ἣν οὐκ ἔνι πρὸς ἀρχαίαν ψῆφον ἀναφέρειν νόμου γενέσεως, ὡς ἄν, εἴ ποτε καὶ ἄλλοτε τοιοῦτό τι συμβαίη, ἔχῃς τὸ συμβὰν νομίμως γε διαΑς κρίνεσθαι, ἐκτιθέμεθα νόμον πρὸς τὴν τοῦ πράγματος σύμβασιν. Τίς οὖν ὁ νόμος; ἀγρῶν ἀλλήλοις διαφόρου δεσποτείας παρακειμένων, καὶ τοῦ μὲν ὑπερκειμένην ἔχοντος χώραν, τοῦ δὲ ὑποκειμένου ὄντος καὶ ἐν ἐπιπέδῳ ὁριζομένου, ἐὰν ὁ ὑπερκείμενος ἀγρὸς μέρει τινὶ συγκατασπασθεὶς ἢ σὺν φυτοῖς ἢ τούτων χωρὶς τὸν ὑποκείμενον τὸ ῥῆγμα δεξάμενον ἐπικαλύψῃ, μὴ ἁπλῶς ἔχειν ἄδειαν μήτε τὸν δεσπότην τοῦ ὑποβεβηκότος ἀγροῦ ὡς ἰδίας ἀντιποιεῖσθαι τῆς κατασπασθείσης ὕλης, ὅτι ἐν τοῖς αὐτοῦ ὁρίοις ἐπίκειται, μήτε μὴν τὸν τοῦ ὑπερκειμένου κύριον καὶ τὴν ῥῆξιν πεπονθότα κἀκεῖνον προσφιλονεικεῖν τῶν ὁρίων κυριεύειν, ἃ τὸ ῥῆγμα ἐπιπεπτωκὸς ὑποδέδεκται, ἀλλὰ τὸν μὲν τοῦ ὑποκειμένου ἀγροῦ κύριον παραχωρεῖν τῷ. τοῦ ὑπερτεθειμένου ἀγροῦ κυρίῳ εἰ βούλοιτο τὴν συγκατασπάσθεῖσαν ὕλην, εἴτε σύμφυτος εἴη εἴτε φυτῶν ἔρημος, ἀναλαβεῖν καὶ ἀνακομίζεσθαι, τὸν δὲ τῶν δύο αἱρεῖσθαι τὸ ἕτερον, ἢ τὴν ὕλην λαβόντα καθὼς ἐξ ἀρχῆς δεσπόζειν αὐτῆς κειμένης ἐν τοῖς ἰδίοις ὁρίοις, ἢ εἰ τοῦτο μὴ βούλοιτο ἀπέχεσθαι παντελῶς αὐτὸν μετὰ τῆς ὕλης καὶ τῶν δεξαμένων ταύτην δρίων, καὶ μὴ παρέχειν πράγματα τῷ τοῦ ὑποδεξαμένου ἀγροῦ τὰ συγκατασπασθέντα δεσπόζοντι. ὥσπερ γὰρ οἰκιῶν παρακειμένων ἀλλήλαις, καὶ τῆς μὲν ἐχούσης ὑπερανέχουσαν τὴν κατασκευὴν τῆς δὲ ὑποκειμένην, εἰ συμβαίη τῆς ἄνωθεν καταπεσούσης οἰκίας ἢ τὴν κατενεχθεῖσαν ὕλην λαβεῖν ἢ εἰ μὴ προαι ροῖτο λαβεῖν ἐξίστασθαι καθάπαξ, καὶ μηδὲν ὅλως παρενοχλεῖν ἐκείνῳ τῷ μέρει, ὃ τὸ σύμπτωμα ὑπεδέξατο, οὕτω δὴ καὶ ἐνταῦθα προσῆκε τὴν αὐτὴν ἀκολουθίαν καὶ τηρεῖσθαι καὶ φυλάττεσθαι.