JGR III 2.94Legis, quae de consulatu agit, abrogatio.
ΔΙΑΤΑΞΙΣ δ. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ἐπειδήπερ σκοπὸν ἡμῖν ἡ τῶν νόμων ἀνακάθαρσις ἔχει οὐ μόνον ἐκεῖνα τοῦ νομίμου ἐξαλείφειν ἐδάφους, ὧν ἡ γραφὴ ' πολλάκις τῇ τῶν πραγμάτων καταστάσει διελυμαίνετο, ἀλλὰ καὶ ὅσα τῷ μακρῷ κατασιγασθέντα χρόνῳ ἀργὰ παντελῶς καὶ ὥσπερ διὰ σαπρίαν ἄψαυστα ὑπὸ χρείας πολιτικῆς ὁρᾶται κείμενα, ἀκόλουθόν ἐστι καὶ τὸν περὶ τῆς ὑπατείας νόμον, ὡς κατὰ μηδὲν ἐν τῷ παρόντι τῇ πολιτείᾳ προσήκοντα, σὺν τοῖς ἄλλοις ἀχρήστοις τῆς νομικῆς ἐξελεῖν καταστάσεως. πάλαι μὲν γὰρ τὸ ὑπατικὸν ἀξίωμα σεμνόν τε ἦν, καὶ τοὺς ὑποδυομένους αὐτὸ σεμνούς τε ἐδείκνυ καὶ τῷ μεγαλοπρεπεῖ διαφέροντας. διὰ τοῦτο ἄρα καὶ ὅσοι εἰς τὸ ὑπατεύειν καθίσταντο, ἣν ἐκ τοῦ ἀξιώματος αὐτοὶ προσέλαβον φιλοτιμίαν ἀντιδωρεῖσθαι τῇ πολιτείᾳ ἀξιοῦντες, φιλοτίμους δωρεὰς τοῖς πλήθεσι καθυπά τευον. ἀλλὰ πρὶν μὲν τῇ ἑκάστου προαιρέσει ἀνεῖτο τῆς φιλοτιμίας τὸ μέγεθος καὶ ἡ ἐλάττωσις, ὕστερον δὲ δόξαν οὕτω ῥητῷ μέτρῳ ψήφισμα νόμου τὸ φιλότιμον περιορίζει. ἀλλα γὰρ τοῦτο μὲν ἕως τὸ σεμνὸν τοῦ ὑπατικοῦ ἀξιώματος ἐν τῇ πολιτείᾳ διέπρεπεν ὡρᾶτο γινόμενον. νῦν δὲ τῆς πάντα κινουμένης τοῦ χρόνου φορᾶς καὶ ταύτην τὴν ὑπατικὴν μεγαλοπρέπειαν ἐκ τῆς πρὶν δόξης καὶ μεγαλότητος πρὸς ταπεινὸν μεταστησαμένης σχῆμα, καὶ τῶν εἰς τοῦτο προϊόντων οὐχ ὅπως ἑτέροις ἱκανῶν ὄντων, ἀλλὰ μηδ᾽ ἑαυτοῖς ἐνίοτε ἀρκεῖν δυναμένων, ἐπεὶ διὰ τοῦτο σιγὴ βαθεῖα τὸν περὶ τῆς ὑπατείας νόμον κατέσχε, καὶ τοῦτον ἤδη μετὰ τῶν ἄλλων ἀχρήστων, ὡς ἔφην, εἰκῆ ταῖς νομικαῖς διατάξεσιν ἐγκαταμιγνύμενον δόγματι τοῦ ἡμετέρου κράτους ἐκεῖθεν ἐκφέρομεν.