IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.93Ut si sponsa ex alio gravida deprehendatur, sponsalia rescindi possint '.

ΔΙΑΤΑΞΙΣ ςγ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπειδὴ τοῖς ἀρχαίοις τὰ περὶ μνηστείας διορισαμένοις οὐκ οἶδ᾽ ὅν τινα τρόπον οὐκ εἰς τὸ ἀκριβὲς ἔχει τὰ διωρισμένα (εἴτε μὴ βουληθέντων συμπεριλαβεῖν καὶ τοῦτο περὶ οὗ νῦν μέλλομεν θεσπίζειν ἐν τοῖς περὶ μνηστείας διαλύσεως, ἢ μὴ γεγενημένης περιπετείας τοιαύτης ὁποία νῦν ἐν τῷ παρόντι φανεῖσα τοῦ νόμου τὴν ἔκθεσιν ἀπαιτεῖ), ἡμεῖς καὶ τούτῳ τῷ μέρει τὸ λεῖπον ἀναπληροῦντες ἐν τῷ ἀκριβεῖ τὰ περὶ μνη στείας καθίσταμεν. ἡ μὲν οὖν ἀρχαία διάταξις λύει τὴν μνηστείαν διαφόροις αἰτίαις (φημὶ δὲ τῷ ἑτεροδόξῳ τοῦ σεβάσματος, καὶ εἰ φρένες εἶεν μανιώδει πάθει περιπετεῖς, ἔτι δὲ καὶ ἄλλαις τισί· τούτων γὰρ ὁποτέρους αἰτίαν ἔχοντος τοῦ ἑνὸς τῶν συνελθόντων εἰς τὴν μνηστείαν μέρους, κελεύει τὴν ἑνότητα ῥήγνυσθαι), ὃ δὲ νῦν παρ᾽ ἡμῶν ἐπισκέψεως ἠξίωται, ἢ μὴ γεγενημένον ὥσπερ ἔφημεν κατ᾿ ἐκεῖνο καιροῦ, ἢ μὴ ἂν οἰηθὲν τῶν· ἔσεσθαι, ἢ διὰ ποίαν ἄλλην αἰτίαν οὐ τέθειται μετὰ τῶν μνήμης ἠξιωμένων. ἐστὶ δὲ τοιοῦτον· μεμνηστευμένη ἔλεγχον δίδωσι προελθούσης ἤδη τῆς μνηστείας ἀλλοτρίων σπερ μάτων ὑποκλόπιος οὖσα, τὴν νυμφικὴν ὑποκρινομένη καθαρότητα. Τὸ μὲν οὖν τοῖς ἀρχαίοις νόμοις ἀπερίληπτον τοῦτό ἐστι, ἡμεῖς δὲ τὸ ἐνδεὲς προστιθέντες ψηφιζόμεθα, μὴ μόνον τῷ κατὰ πίστιν ἑτέρῳ μηδὲ τῇ τῶν φρενῶν ἐκστάσει ἢ ταῖς ἄλ λαις αἰτίαις, ἀλλὰ καὶ τούτῳ μηδὲν ἔλαττον, εἰ μὴ μᾶλλον, ἐναντιουμένῳ τῇ συνοικεσίᾳ διαζεύγνυσθαι οὓς ἡ δοκοῦσα, μὴ οὖσα δὲ, συνῆψε μνηστεία. ποῦ γὰρ μνηστεία ἀληθὴς, ἔνθα τὸ ταύτης ἀληθὲς οὐχ ὁρᾶται; ποῦ δὲ γαμικὴ ὁμόνοια, ποῦ δὲ στοργὴ καθαρὰ καὶ νυμφικὴ, ἔνθα πορνικὸν ἄγος καὶ διαστά σεως ἀφορμὴ καὶ μίσους ὑπόθεσις καὶ ἀλλοτριότης; πάντα γὰρ ταῦτά ἐστιν ἐν τῇ τῶν νόθων καὶ ἀλλοτρίων σπερμάτων ὑποδοχῇ. οὐ μὴν οὐδὲ λόγον ἔχει τὴν ἑτέρου σπορὰν ἑαυτῷ ὑποβάλλεσθαι ἕτερον, οὐδέ γε ἄξιον, τὸν μὲν γαμέτην ἐλπίδι καθαρᾶς ἀπολαύσεως τῆς ἐκ τῶν καθαρῶν παραγινομένης γάμων ἣν ὑπέλαβεν νύμφην εἰσοικίσασθαι, τὴν δὲ κατορχησαμένην τῶν γαμηλίων θεσμῶν, καὶ τὴν ἐλπίδα τῆς εὐφροσύνης δείξασαν τέφραν αὐτῷ ἐκ τοῦ ἑτέρῳ συνδιαφθαρῆναι, μετὰ τοῦ πορνικοῦ ἀγωγίμου γνωρίζεσθαι σύνοικον.