JGR III 2.92De eo, qui aliquem dedita opera excoecavit '.
ΔΙΑΤΑΞΙΣ ςβ '. Περὶ τοῦ ἐκτυφλώσαντος ἑκοντί. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Εἰ καὶ ἄλλως ἡμῖν περὶ τοῦ τοὺς ὀφθαλμοὺς χερσὶ βιαιοτάταις ἐξορύξαντος τῷ πρὸς ἀμφισβήτησιν αὐτῷ καθισταμένῳ ἡ κρίσις ἐξηνέχθη, ἢ ὡς οἱ παλαιοὶ νόμοι θεσπίζουσιν, ἀλλ᾽ οὐκ ἦλθεν κατὰ διάνοιαν εἰς νόμον τὴν τοιαύτην διατυπῶσαι κρίσιν. ἐκρίθη μὲν γὰρ ἡμῖν, ὥσπερ καὶ ἐκρίθη, συμπαθέστερόν πως ἐπὶ τῷ πάθει διατεθειμένοις, καὶ ἐπειδήπερ οὐκ ἐνῆν ἀνακαλεῖσθαι τὴν ζημίαν τῶν ὀφθαλμῶν τῷ τούτους ἀπολωλεκότι, ἔγνων μὴ τὸν ζημιώσαντα, κἂν δίκαιος ὑποσχεῖν τὴν αὐτὴν ζημίαν, τῷ ὁμοίῳ σκότει περιβαλεῖν, ἀλλ᾽ ἐπὶ τοσοῦτον ὁρίσαι τὴν εἴσπραξιν, ὥστε καὶ τὸν πράξαντα φέρειν σημεῖα τῆς τιμωρίας, καὶ τὸν παθόντα παραμύθιόν τι, ὡς ἐν τοιαύτῃ συμφορᾷ καὶ βαθεῖ οὕτω σκότει ἐκ τῶν πόνων κεκτῆσθαι τοῦ τὸ σκότος αὐτῷ δημιουργήσαντος. ἀλλὰ γὰρ εἰ καὶ οὕτω κέκριται, οὐκ ἦν, ὥσπερ εἶπον, γνώμη τὸ κριθὲν ποιεῖν νομοθέτημα. ἐπειδὴ δὲ ὁ τῶν ἐν τοῖς θείοις ἡμῶν ἀποφερόμενος (οὗ ἐγὼ πῶς ἂν ἀποπέμψαιμι τὴν ἀξίωσιν;) εἰς νόμους ἀξιοῖ τὴν τοιαύτην κρίσιν διασκευασθῆναι διὰ τὸ τῆς διαθέσεως φιλάνθρωπον, ὡς ἂν ἀπό γε τοῦ νῦν εἴ ποτέ τι συμπέσοι τοιοῦτον τοιαύτης ἐπιτεύξηται διακρίσεως, οἵα κὰν τῷ παρόντι τῷ ἀδικήσαντι ὥρισται ἡ ζημία, πειθόμεθά τε τῇ προτροπῇ, καὶ τὸ δόγμα ὁρίζομεν. Τοιγαροῦν· εἴ τίς ποτε εἰς ὀφθαλμὸν ἐπενέγκοι τινὶ ζημίαν, τοῦτον κελεύομεν, εἰ μὲν ἕνα, τῷ ἑνὶ καὶ αὐτὸν ζημιοῦσθαι τὴν ἴσην ὑπέχοντα δίκην. εἰ δὲ κατὰ τῶν δύο τὰς κακούργους ἐπιβάλῃ χεῖρας, ἐπειδήπερ ἐνταῦθα τὸ ἴσον τῆς ζημίας οὔτε τῷ ἀδικηθέντι προσόνησιν (τίς γὰρ ὄνησις τῷ ἐν σκότει ζῶντι, εἰ καὶ ἄλλον τὸ ἴσον ἔχοι σκότος;), καὶ τῷ ἐνόχῳ τῆς δίκης, εἰ καὶ μὴ ἀδίκως, ἀλλ᾽ ὅμως ὁ βίος ἀβίωτος· ἐπειδὴ ταῦτα οὕτω, κελεύομεν μὴ κατὰ τὸν ἴσον λόγον, ἀλλ᾽ ἑτέρως προέρχεσθαι τὴν ἐκδίκησιν, δ᾽ ὧν ὅ τε πεπονηρευμένος τιμωρηθήσεται, καὶ ὀνήσεταί τι ὃν ἡ πονηρία λελώβηκε 13. 13. νομίζομεν δὲ οὕτως· ὁ ἀμφοτέρων ὀφθαλμῶν τινι τὴν ζημίαν ἐπενεγκὼν θατέρου μὲν τῶν ὀφθαλμῶν καὶ αὐτὸς ἀποστερείσθω, ὡς ἂν εἴη σημεῖον φέρων τοῦ οἰκείου πονηρεύματος· ἐπεὶ δὲ καὶ χειρὸς ὀφείλει τῆς ἀνοσίου τὴν ἐκτομὴν, ἀντὶ τῆς ζημίας τῆς χειρὸς τῶν ὑπαρχόντων ζημιούσθω τὴν διμοιρίαν, καὶ ταῦτα εἰς παραμύθιον τοῦ βίου ὁ ὑπ᾽ αὐτοῦ ἐκκοπεὶς τοὺς ὀφθαλμοὺς λαμβανέτω. καὶ ἔσται ὁ μὲν ἀντὶ τοῦ ἐν σκότει βίου ἐξ ὧν τὴν προς τὸν βίον λαμβάνει χορηγίαν βραχεϊάν τινα τῆς συμφορᾶς ἀποφερόμενος ἄνεσιν, ὁ δὲ ὥσπερ εἴρηται δίκην τῆς πονηρίας τήν τε θατέρου ὀφθαλμοῦ ἐκκοπὴν καὶ τὴν τῶν προσόντων ἀφαίρεσιν ἀντὶ τῆς τῶν χειρῶν ὑπεχέτω ἀφαιρέσεως. ἀλλ᾽ εἰ μὲν τῶν εὐπόρων εἴη, οὕτως ἡ ζημία προβαι- νέτω· εἰ δ᾽ ὡς εἰκὸς τῶν ἀπόρων καὶ ἐν στενῷ τὸν βίον σαλεύων καὶ μηδεμίαν δεδυνημένος τῆς συμφορᾶς ἀντισήκωσιν παρασχεῖν τῷ διὰ τῆς ἐκείνου βιαιότητος ὑπ᾿ αὐτῆς περιεστοιχισμένῳ, γινέσθω καὶ οὗτος τῆς παραπλησίου συμφορᾶς καὶ κοινωνὸς καὶ μεριστὴς, καὶ τὸν βίον ἐχέτω ἐν σκότει τῇ ἀμ- φοτέρων τῶν ὀφθαλμῶν ἐκκοπῇ. καὶ εἴ τινες δὲ τῷ κακουργήσαντι καὶ τι πρὸς τὴν πρᾶξιν συνήραντο, εἰ μὲν αὐτόχειρες γεγόνασι τοῦ κακοῦ συνεξορύξαντες τοὺς ὀφθαλμοὺς, παραπλησίως καὶ αὐτοὶ κολαζέσθωσαν· εἰ δ᾽ ἀπέσχοντο μὲν τοῦ τὰς χεῖρας τοῖς ὀφθαλμοῖς συνεπιβαλεῖν, ἄλλην δέ τινα συνέργειαν παρέσχον τῷ πανουργεύματι, τοῖς μὲν ὁρίζεσθαι τὴν ποινὴν μέχρι τῶν εἰς τὸ σῶμα πληγῶν καὶ τῆς ἐν χρῷ κουρείας, καὶ τῷ τρίτῳ μέρει τῆς τῶν ὑπαρχόντων ζημίας, τοὺς δ᾽ αὐτουργοὺς τῆς τυφλώσεως τοῖς προειρημένοις ὑπάγεσθαι.