IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.91Ut concubinam habere non liceat '.

ΔΙΑΤΑΞΙΣ ζα΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.᾿Απὸ τῆς αὐτῆς ἀδιαφορίας καὶ τὴν περὶ παλλακῆς κρίσιν ὁρᾶται ποιούμενος ὁ τοῖς οὕτως ἐπιψόγως συμφθείρεσθαι παλλακαῖς οὐκ αἰδουμένοις συγχωρῶν νόμος. Οὐκοῦν οὐδὲ ταύτην τοῦ νομοθέτου τὴν διαμαρτίαν ὑβρίζειν τὴν ἡμετέραν πολιτείαν ἐῶμεν, ἀλλ᾽ ὁ μὲν ἀΐδιον ἐχέτω σιγὴν, ἡμῖν δ᾽ ἀπαγορεύεται κατὰ τὰ θεῖα καὶ πρέποντα χρι- στιανοῖς ἐντάλματα ἡ τοιαύτη ὕβρις οὐ μόνον τῆς πίστεως ἀλλὰ καὶ τῆς φύσεως. εἰ μὲν γὰρ κατὰ τὸ λόγιὸν οἰκεία ὑπάρχει πηγὴ, ἐκ τῶν οἰκείων ἀπαρύου σωφρόνως (ὅθεν ἐξὸν καθαρῶν ἀπογεύεσθαι ναμάτων, σὺ προκρίνεις τὸν βόρβορον)· εἰ δ᾽ οὐχ ὑπάρχει, ἀλλ᾽ οὐκ ἐστὶ τῶν ἀποῤῥήτων ἡ κτῆσις, οὐ χαλεπὸν δὲ τὴν κοινωνὸν τοῦ βίου εὑρεῖν.