IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.90Ut qui tertium matrimonium contrahunt, saeri canonis poenae obnoxii sint.

ΔΙΑΤΑΞΙΣ ς '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἔδει δὴ ' πλάσμα τῆς θείας ἡμᾶς παλάμης καὶ νῷ καὶ λόγῳ τετιμημένους μὴ τῆς προσούσης ἔν τισιν ἀλόγοις ἀρετῆς ἡττᾶσθαι· οὐ γὰρ ἔξω κατηγορίας τὸ ἥττημα, οὐδὲ μώμων δικαίων ἐλεύθερον, ἀλλὰ τοσοῦτον ὑπόδικον, ὅσον τῆς ἀλόγου φύσεως ἡ λογικὴ περὶ τὸ ἄμεινον. ἔδει οὖν τὰ τε ἄλλα καὶ ἐν τοῖς γαμικοῖς μὴ τὸ ἔλαττον τῆς ἐν αὐτοῖς σωφροσύνης προσεῖναι ἀνθρώποις. πολλὰ γὰρ τῶν ἀλόγων τοῦ ὁμοζύγου προαποφθαρέντος διὰ βίου τὴν χηρείαν ἀνασπάζεται, καὶ δευτέροις οὐκ ἐθέλει γάμοις τὸν πρῶτον ὥσπερ καταχωννύειν. ἐπεὶ δὲ τὴν τοιαύτην ἧτταν ἡ φύσις οὐ βαρεῖαν νομίζουσα, καίτοι βαρυτάτην, τῇ πρώτῃ οὐκ ἀρκεῖται γαμικῇ ὁμιλίᾳ ἀλλὰ καὶ πρὸς δευτέραν οὐδὲν αἰδουμένη χωρεῖ, καὶ μέχρι τούτου τὸ ἑαυτῆς ὤφειλεν ὁρίζειν ἐλάττωμα. ἀλλ᾽ οὐχ οὕτω ποιεῖ, ἀλλ᾽ οὔτε συγγνώμην ἐξ ἱεροῦ νόμου ἐπὶ τῷ ἐλαττώματι λαμβάνει, 21ὲ καὶ πρὸς τρίτον γάμον ἐκ τοῦ δευτέρου προάγεται, τῷ μὴ δίκην ἐν τούτῳ ἀπαιτηθῆναι, καὶ τῆς κειμένης ἐπὶ τῷ τρίτῳ ἐπιτιμήσεως καταφρονήσασα, μάλιστά γε καὶ πολιτικοῦ νόμου (οὐκ οἶδ᾽ ὅπως) μὴ συμφωνεῖν ἐθελήσαντος τῷ δόγματι τοῦ πνεύματος, ἀλλὰ μέμψεως ἀφιέντος τοὺς μέχρι τῆς δευτέρας γαμικῆς μὴ στέρξαντας κοινωνίας. Τοιγαροῦν ἡμεῖς τοῖς τῷ πνεύματι δοκοῦσιν ἑπόμενοι ὁρίζομεν, τοὺς εἰς τριγαμίαν καταστάντας ὑποκεῖσθαι τῇ δίκῃ, ἥνπερ αὐτῶν ὁ ἱερὸς κανὼν ἐξενήνοχεν.