IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.89Ne matrimonia citra sacram benedictionem confirmentur.

ΔΙΑΤΑΞΙΣ πθ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ὥσπερ τὰ τῆς υἱοθετήσεως πράγματα πρὸς τὸ ἀδιάφορον διακείμενα παρεῖδεν ἡ ἀρχαιότης, ἣν χωρὶς εὐχῶν καὶ τελετῆς ἱερᾶς τελεῖσθαι νομίζουσα οὐδὲν ἐδόκει ὀλιγωρεῖν, οὕτως ἔοικε καὶ τὴν ἀκριβῆ τῶν συνοικεσίων παρεωρακέναι κατάστασιν καὶ δίχα τῆς νενομισμένης εὐλογίας αὐτὰ συγχωρεῖν. ἀλλὰ τοῖς μὲν ἀρχαίοις ἴσως ἂν πρόφασίς τις εὑρεθείη προαιρέσεως, ἡμῖν δὲ θείᾳ χάριτι πρὸς κοσμιωτέραν πολλῷ καὶ ἱερωτέραν ἐπίδοσιν τοῦ βίου καθεστηκότων τῶν πραγμάτων οὐδ᾽ ἕτερον ἄξιον τῶν εἰρημένων παροφθῆναι. Τοιγαροῦν καθάπερ ἐπὶ τέκνων εἰσποιήσεως ἱεραῖς ἐπι· κλήσεσι τὴν εἰσποίησιν προβαίνειν διορισάμεθα, οὕτω δὴ καὶ τὰ συνοικέσια τῇ μαρτυρίᾳ τῆς ἱερᾶς εὐλογίας ἐῤῥῶσθαι κε λεύομεν, ὡς ἔνθα γε μὴ ὁρῶτο τοῖς συνοικεῖν βουλομένοις τοιαύτη διαιτῶσα ἁρμογὴ, οὐδὲ τὴν ἀρχὴν ῥηθήσεται συνοικέσιον, οὐδ᾽ ἐπιτεύξεται τῶν τοιούτου δικαίων ἡ τοιαύτη συμβίωσις. μεταξὺ γὰρ ἀγαμίας καὶ γάμου οὐκ ἔστιν εὑρεῖν ἀκατηγόρητον τὸ γινόμενον. ἐστί σοι γαμικῆς πολιτείας ἔφεσις; ἀνάγκη τὰ τοῦ γάμου τηρεῖν· ἀλλ᾽ ἀπαρέσκει τοῦ γάμου τὰ πράγματα· διοικείτω σε ἀγαμία· καὶ μήτε γάμον κιβδηλεύσῃς, μήτε ψεῦδος τὴν ἀγαμίαν ὑποκορίζῃ.