IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.88Celebribus quibusdam in ecclesia viris festi dies constituuntur '.

ΔΙΑΤΑΞΙΣ πή. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Τῷ σεβασμίῳ τῶν σεπτῶν ἀποστόλων θεσπίσματι πρὸς

Abrir no leitor do IusCommune →

0

pr.δόξαν καὶ τιμὴν ἐκπεφωνημένῳ τῶν τε ἱερωτάτων ἡμερῶν, αἳ τὸ ἑορτάζειν ἡμῶν τῷ τῶν ὅλων δεσπότῃ κομίζουσι, κἀκείνων δὲ, ὅσαι τάς τε αὐτῶν τούτων τῶν ἀοιδίμων νομογράφων καὶ τῶν ἄλλων καλλινίκων ἀγωνιστῶν οἱ σφαγαῖς οἰκείαις τὴν δυσ ' σέβειαν ἐτροπώσαντο τὰς τελειώσεις μηνύουσιν, ἀξίου τυγχάνοντος καὶ τούτου συνεπισυνῆφθαι, ὥστε καὶ τῶν μετ᾿ ἐκείνους ἐν τῇ ἐκκλησίᾳ διαλαμψάντων θεηγόρων ἀνδρῶν καὶ φωστήρων δίκην τὸ τῆς ἐκκλησίας στερέωμα πράξεσι καὶ διδάγμασι καταπυρσευσάντων μὴ ἀγεράστους μηδ᾽ ἀνεόρτους εἶναι τὰς μνήμας, τὸ λεῖπον προσαναπληροῦντες θεσπίζομεν, καὶ τούτων τὰς ἱερὰς τῆς τελειώσεως ἡμέρας τιμαῖς ἱεροπρεπέσι κατασεμνύνεσθαι. ὧν ἐστί γε τὰ ὀνόματα· ἀθανάσιος, ὁ ἐν ἀρχιερεῦσι θεοῦ περιώνυμος· βασίλειος, ἡ βασίλειος τῆς ἐκκλησίας σεμνότης· γρηγόριος, ὁ τῆς θεολογίας ἐπώνυμος· γρηγόριος, ὁ γλυκὺς τῆς ἐκκλησίας ποταμὸς καὶ ὑπέρλαμπρος· ἰωάννης, τὸ πάγχρυσον στόμα τοῦ πνεύματος· καὶ σὺν τούτοις κύριλλος καὶ ἐπιφάνιος, ὧν καὶ τὰ κατορθώματα καὶ τὸ κλέος τοῖς εἰρημένοις ἐφάμιλλον.