IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.87De ecclesiasticorum alea ludentium poena.

ΔΙΑΤΑΞΙΣ πζ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Οὐδ᾽ ὅσοι τῆς ἱερᾶς τάξεως κύβοις σχολάζουσιν, οὐδ᾽ οὗτοι πρᾶγμα τολμῶσι μετρίας τινὸς ἄξιον δίκης. πῶς γάρ; οἱ γε ὀφείλοντες συντεταγμένῃ διανοίᾳ καὶ ἀμετακινήτῳ νοϊ τῆς πρὸς ισ τὸ θεῖον ἐνατενίσεως ὅσον ἀνθρωπίνῃ δυνατὸν φύσει ἀχώριστοι τοῦ ἀγαθοῦ διαμένειν· οἱ δὲ ἀντὶ τούτου καὶ μειρακιώδεις ἐπείγονται παιδίας. καὶ τούτους οὖν κατὰ τὸ θεόκριτον τῶν θείων ἀποστόλων ψήφισμα ἔνδικον τῆς ἱερατείας ἀποτέμνεσθαι. Πλὴν ἐπείπερ κἀκεῖνο φιλανθρώπως κελεύει προσδιορισά- μενον μὴ παυομένους ὑφίστασθαι τὴν ποινὴν, ὁρίζομεν καὶ ἡμεῖς, τοὺς ἐν τῷ κυβεύειν τὴν ἱερὰν λῆξιν κιβδηλεύοντας ἐν μοναστηρίοις περιορίζεσθαι (τὴν δὲ τοιαύτην περιόρισιν ὁ τριετὴς ἐκμετρείτω χρόνος), καὶ ἀποχρώσης τῷ πταίσματι ὀφθείσης τῆς θεραπείας ἀποδίδοσθαι καὶ τούτοις τὴν προτέραν χώραν· εἰ δ᾽ αὖθις ἐν τοῖς παικτοῖς ἀγαπῷεν ἐμματαιάζειν, οἷα δὴ ἀθύρματα τῆς παναγοῦς τῆς ἐκκλησιαστικῆς καταστάσεως παντελῶς ἐξωθεῖσθαι καὶ ἀποβάλλεσθαι.