JGR III 2.86De poena episcoporum, sacerdotum et clericorum, qui se advocationibus, sponsionibus, redemturis aliisve similibus dedunt '.
ΔΙΑΤΑΞΙΣ πς΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Τοὺς πρὸς τὸ θεῖον καὶ ἱερὸν βῆμα ὑπὸ τῆς θείας ἀγαθότητος ἐξειλεγμένους οὐ μόνον τῆς ἄλλης αἰσχρότητος τῆς ἁμαρτίας ἄξιον καθαρεύειν, ἀλλὰ καὶ τῆς ὁπόση τοῖς κοινοῖς καὶ βιωτικοῖς ἐπισυνέστηκε πράγμασιν ἀηδίας. ὥσπερ γὰρ οὐκ 10. ἔξεστι τὰ ἄλλα τῆς ἀχράντου καὶ ἱερᾶς ἁγιστείας κειμήλια διὰ τῆς κοινῆς καθυβρίζεσθαι χρήσεως, τὸν αὐτὸν τρόπον οὐδὲ τοῦ ἀχράντου θυσιαστηρίου τὰ ἔμψυχα κειμήλια κοινοποιεῖσθαι προσήκει τῇ κοινῇ συγχρήσει, ἀλλὰ μένειν ἐν ᾗ ἀφιέρωνται τάξει τὴν ἀφιέρωσιν ἄχραντον σώζοντα. λίαν ἄρα ἱεροπρεπῶς ἡ τῶν θεοκηρύκων ἀποστόλων ψῆφος τοὺς συνηγορίαις ἢ ἐγγύαις ἢ μισθώσεσιν ἢ τοῖς ἄλλοις παραπλησίοις προσνέμοντας ἑαυτοὺς ἐπισκόπους ἢ ἱερεῖς ἢ κληρικοὺς τῆς ἱερᾶς ἀπογυμνοῖ τάξεως. οἱ γὰρ τὴν παρὰ τοῦ παναγίου πνεύματος διδομένην αὐτοῖς τιμὴν οὕτω περιυβρίζοντες καὶ τὸ ἑαυτῶν μέρος τὸ ὕψος 20΄ ταπεινοῦντες τῆς χάριτος, δικαίως οἷα τῆς εὐεργεσίας ἀνάξιοι, ἧς τὸ μέγεθος οὐκ αἰσθάνονται, τὴν ἀφαίρεσιν κατακρίνονται. πλὴν ἀλλ᾽ ἐπειδὴ πρὸς τὴν ἀκρότητα τοῦ πολιτεύματος τῶν θείων ἐκείνων νομοθετῶν ὁ παρὼν βίος ἐντείνεσθαι ἀτονώτερος, ἐν οἷς οὐκ ἀσύγγνωστον τὸ ἁμάρτημα, οἶμαι οὐκ ἔσται αὐτοῖς ἀπαρέσκον μετρίαν τινὰ δοῦναι συγγνώμην τοῖς σφαλλομένοις. Διὰ τοῦτο ἡμεῖς οὐκ ἀντινομοθετοῦντες (ἄπαγε), ἀλλὰ μᾶλλον τῷ ἱερῷ θεσπίσματι συνεπόμενοι, καὶ ὥστε μηδὲ πρόφα σιν ἀπολογίας περιλείπεσθαι τοῖς ὑπ᾽ αὐτοῦ καταδικαζομένοις, ὁρίζομεν, τοὺς τὴν οἰκείαν τάξιν ἀρχιερεῖς ἢ ἱερεῖς ἢ ὅλως τινὰ κληρικὸν διὰ συνηγορίας ἢ ἐγγύης ἢ τῶν τοιούτων τρόπων ἀθετοῦντας ἀφορίζεσθαι καὶ σχολάζειν ἐπί τινα χρόνον τοῦ τὰ θεῖα ἐνεργεῖν· καὶ οὕτως ἀξίαν τοῦ ἁμαρτήματος ἐπιδεδειγμένοι μετάνοιαν εἰς τὴν τῶν θείων μεταχείρισιν εἰσαγέσθωσαν, ἀκοίνους ἑαυτοὺς ἐκ τῆς βιωτικῆς συγχρήσεως πρὸς τὰ ἔπειτα πάσῃ δυνάμει συντηρεῖν καθομολογήσαντες. εἰ δὲ πάλιν τοῖς αὐτοῖς φωραθεῖεν καταχραινόμενοι, τέλεον ὡς ἀνίεροι καὶ ἀνάξιοι τῆς· ἱερᾶς ἐνεργείας ἀποπαυέσθωσαν.