IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.85Ut patres secundis nuptiis abstinentes portionem capiant.

ΔΙΑΤΑΞΙΣ πέ. Περὶ τοῦ τοὺς μὴ διγαμήσαντας πατέρας λαμβάνειν μοῖραν. - Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπεὶ περὶ τῶν ἐπὶ παισὶν ὀπίσω καταλειπομένων τῶν ὁμοζύγων οὐδὲν ἐπεσημηνάμεθα πατέρων περὶ τοῦ ὑποβόλου, τοῦτο δὲ καὶ προλιποῦσαι τὸν βίον αἱ γαμεταὶ λαμβάνουσι δωρουμένης τῆς συνηθείας, οὐδέν τι κατὰ τοῦτο καινοτομεῖν ἡμεῖς τὴν συνήθειαν διαγνόντες, ὁρίζομεν, καθάπερ καὶ μέχρι τοῦδε νενόμισταί, δίδοσθαι ταῖς γυναιξὶ τὸ ὑπόβολον, τοῖς δὲ ἀνδράσι πρὸς μὲν δευτέραν ἐλθοῦσι γαμικὴν συζυγίαν μηδὲν ἐξεῖναι λαμβάνειν, τιμῶσι δὲ τὴν πρώτην συνάφειαν δῶρον τῆς τοιαύτης τιμῆς ἀφορίζεσθαι τούτοις μοῖραν παιδός. ταύτην δὲ τὴν μοῖραν ἐκλογισμῷ ὑποβάλλεσθαι, κἂν μὲν φαίνοιτο ἐπ᾿ ἴσον φθάνουσα τῷ ὑποβόλῳ ἢ ὑπερεκτεινομένη, ἐξαρκεῖσθαί ἐπὶ ταύτῃ τὸν λαμβάνοντα, διὰ τὸ πάντως ἢ κερδαίνειν ἢ μηδεμίαν ζημίαν ὑφίστασθαι· εἰ δ᾽ οὐκ ἐξικνεῖται ἡ μοῖρα, ἀλλ᾽ ἐνδεῖ τοῦ ὑποβόλου, μήτε τὶ τῶν οἰκείων ὁ ἀνὴρ διδότω, μήτε τῶν τῆς γυναικείας ὑπάρξεως ἀντιλαμβανέτω.