IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.84Ut emere et aedificare liceat magistratibus in urbe, similiterque extra urbem, praeterquam duci.

ΔΙΑΤΑΞΙΣ πδ΄. Περὶ τοῦ ἀγοράζειν τοὺς ἄρχοντας τοὺς ἐν τῇ πόλει καὶ

Abrir no leitor do IusCommune →

0

pr.νεουργεῖν, ὁμοίως καὶ τοὺς ἔξω πλὴν στρατηγοῦ. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Τὰ περὶ ἀρχόντων τοῖς πρὸ ἡμῶν δεδογμένα, λέγω δὴ ὥστε τοὺς τῆς βασιλίδος πόλεως ἄρχοντας μήτε τὶ τῶν ἐν κι** νήσει μήτε τῶν οὐ κινητῶν ἀγοράζειν, μήτε μὴν οἰκοδομεῖν προάγεσθαι βασιλικοῦ μὴ ἐπιτρέψαντος νεύματος· ἔτι δὲ μηδ᾽ εἴ τις προβαίη δωρεὰ ἐν τῷ τῆς ἀρχῆς χρόνῳ, μηδὲ ταύτην τὸ βέβαιον ἀποφέρεσθαι, πλὴν εἰ μὴ μετὰ τὴν τῆς ἀρχῆς ἀποκίνησιν ἐγγράφῳ κυρώματι ὁ τὴν δωρεὰν πεποιημένος αὐτὴν ἐπιῤῥώσῃ ἢ πέμπτον ἔτος μετὰ τὴν τῆς ἀρχῆς ἀπόθεσιν παρελάσῃ· ταῦτα εἰ καὶ ὅσον πρὸς ἀκρίβειαν τοῦ μὴ χώραν εὑρίσκειν τὴν βίαν εὐλόγως διώρισται, ἀλλ᾽ ἐπεὶ καὶ δ᾽ ἑτέρου τρόπου τῇ βίᾳ τὴν πάροδον εὔπορον ἀποκλείειν, οὐκ ἀναγκαῖα ἡμῖν καταφαίνεται. τοιγαροῦν καὶ πεπαῦσθαι ταῦτα βουλό210 μεθα, μάλιστά γε. ὅτι ἐξ ὧν μηδὲ τιμὴ ἔτυχεν, ὅσαι ἡμέραι ἀνεκδικήτου τῆς παραβασίας αὐτῶν ἀφιεμένης, καὶ πρὸ τοῦ δόγματὸς ἡμῶν οὐκ ἔφερε τὴν ἐνέργειαν. πῶς οὖν οὐκ ἀναγκαῖα; ὅτι παντὶ, καὶ πλουσίῳ καὶ πένητι, τοῖς κατὰ τήνδε τὴν πόλιν ἀναπεπετασμένης τῆς βασιλικῆς ἐντεύξεως καὶ ἐπιδεή σεως, ἔξεστι τῷ εἴ τις βίαιον ὑπομένοι, διὰ τοῦ βασιλέως ἐπιδεηθῆναι μὴ πάντως ὑπὸ τούτου βιάζεσθαι βουλομένου καταπεπονῆσθαι. ὥστε τίς ἀνάγκη, ὥσπερ ἐν χώρᾳ πάσης ἐρήμῃ βοηθείας, ἐν πόλει, οὗ ἄφθονος ἡ βοήθεια, τοσαύτην ἀκριβολογίαν ποιεῖσθαι; Θεσπίζομεν οὖν, κατὰ τὴν νῦν κρατοῦσαν τῶν πραγμάτων κατάστασιν καὶ ἀγοράζειν ' καὶ κτίζειν τοὺς ἄρχοντας, καὶ ἐπὶ ταῖς ἐκ προαιρέσεως δεξιώσεσιν ἀνεγκλήτους εἶναι, ὡς οὐκ ἀπορούντων τῶν ὑφισταμένων τὸ βίαιον, ὁπότε τὶ συμβαίη τοιοῦτον, εἰς ἀποφυγὴν διὰ τῆς πρὸς βασιλέα ἐπιβοήσεως. περὶ δὲ τῶν κατ᾿ ἐπαρχίας ἀρχόντων ἐκεῖνο προσδιορίζειν ἐγνώκαμεν, τὸ τὸν στρατηγὸν μήτε ἀγοράζειν, μήτε τὶ τῶν εἰς ἰδίαν ἀπόλαυσιν ἐν τῷ καιρῷ τῆς στρατηγίδος οἰκοδομεῖν τιμῆς, μήτε πρὸς δωρεᾶς οἰκείωσιν ἀκωλύτως ἔχειν· τοὺς δ᾽ ἄλλους ὑποβεβηκότας ἄρχοντας, ἀναφερομένου τῷ στρατηγοῦντι τοῦ πράγματος σὺν τῇ ἐκείνου διαγνώσει ἢ ἀπείργεσθαι ἢ περαίνειν τὴν διοίκησιν.