IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.83Ut ad trientes usuras pecunia licite mutuetur.

ΔΙΑΤΑΞΙΣ πγ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Καλὸν μὲν ἦν καὶ σωτήριον τοῖς τοῦ πνεύματος νόμοις ῥυθμιζόμενον τὸ ἀνθρώπινον μηδὲν ἀνθρωπίνης προσδεῖσθαι παραγγελίας. ἐπεὶ δὲ πρὸς τὸ ὕψος τοῦ πνεύματος οὐκ ἐστὶ παντὸς ἐπαρθῆναι οὐδὲ τοῦ θείου νόμου τὸ ἀπήχημα δέξασθαι, ἀλλ᾽ εὐαρίθμητοι πάνυ οὓς ἐκεῖ ἄγει τῆς ἀρετῆς ἡ ἀνάβασις, ἀγαπητὸν, εἰ καὶ κατὰ νόμους ἀνθρωπίνους βιώσειε. τοὺς λε γομένους τῶν δανείων τόκους πανταχοῦ τοῦ πνεύματος ἡ ψῆφος ὑπὸ κατάκριμα τίθεται, καὶ τοῦτο συνιδὼν ὁ ἀείμνηστος ἡμῶν βασιλεὺς καὶ γονεὺς τὴν καταβολὴν τῶν τόκων οἰκείῳ διέγνω κωλύειν θεσπίσματι '. γίνεται οὖν τοῦτο δ᾽ ἄρα πενίαν᾽ ὑπόθεσις οὐ πρὸς τὸ ἄμεινον, ὅπερ ἦν σκοποῦ τῷ νομοθέτῃ, πρὸς δὲ τὸ χεῖρον φέρουσα. οἱ γὰρ πρὶν ἐλπίδι τῶν τόκων πρὸς τὸ δάνειον πρόθυμοι, τεθέντος τοῦ νόμου τὸ μηδὲν δύνασθαι κέρδος ἐξάγειν ἐκ τοῦ δανείσματος ἀφιλάνθρωποί τινες καὶ ἀμείλικτοι πρὸς τοὺς δεομένους τῆς τοιαύτης φιλανθρωπίας καθίστανται. οὐ μὴν ἀλλὰ καὶ ὅρκων προβλήσεις καὶ κατὰ τὸ εἰκὸς ἀθετήσεις ἐντεῦθεν ὁρῶνται αἰτίαν λαμβάνοντα, καὶ ἁπλῶς διὰ τὴν ἐπιπολάζουσαν ἐν βίῳ κακίαν ἡ ἀρετὴ τοῦ νόμου οὐ μόνον οὐκ ὤνησεν, ἀλλὰ καὶ προσεζημίωσεν. Οὐκ ἔχοντες αἰτιᾶσθαι τὸν νόμον ἐκ τῶν οἰκείων (μὴ γένοιτο), διὰ τὸ ὥσπερ εἶπον μὴ ἐφικνεῖσθαι τοῦ ὕψους αὐτοῦ τὸ ἀνθρώπινον τὸ καλὸν παύομεν ὅρισμα, ἀνθορίζοντες ἐπὶ τόκῳ τὴν χρῆσιν τῶν δανείων προέρχεσθαι, καθὼς τοῖς παλαιοτέροις ἔδοξε νομοθέταις, φημὶ δὴ τῷ λεγομένῳ ἀπὸ τρίτης ἑκατοστῆς, ὅπερ ἐστὶ κεράτιον ἓν ἐφ᾽ ἑνὶ ἑκάστῳ νομίσματι ἀνὰ πᾶν ἔτος τοῖς δανεισταῖς εἰς κέρδος γινόμενον.