JGR III 2.82De testamento resignato apud praesidem.
ΔΙΑΤΑΞΙΣ πβ΄.
Abrir no leitor do IusCommune →0
pr.Περὶ τῆς ἀσφραγίστου διαθήκης παρὰ τοῦ ἄρχοντος. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Πολλὰ τῶν πραγμάτων κατά τινα τύχης περιπέτειαν εἰς γένεσιν ἥκοντα ἀβασανίστῳ μὲν κρίσει αἰτίαν ἐγκλήματος ἀποφέρεται, τυχόντα δὲ συνεπισκέψεως ἀφείθη τοῦ αἰτιάματος. οἷόν τι λέγω; πολλάκις οὐκ ἐκ προνοίας ἀλλὰ τυχηρά τις ἦλθεν βολὴ σιδήρου ἢ λίθου εἰ τύχοι ἐπί τινα· αὕτη σὺν μὲν ἀπερισκέπτῳ κρίσει ὑπαίτιον τὸν βαλόντα ποιεῖ, ὑπ᾽ ἐξέτασιν δὲ τεθεῖσα καὶ βάσανον οὐχ εὑρίσκει πρόφασιν εὔλογον εἰς αἰτίαν περιβολῆς· ὥστε ἐφ᾽ ὧν ἡ σύμβασις τυχηρὰ, ἐκ τῶν ἔξωθεν εἰκότων λογισμῶν μᾶλλον ἢ ἐκ τοῦ πράγματος ἄξιον τὸ ζητού μενον διαιτᾶν. διὰ τί οὖν εἴρηται ταῦτα; ἐπειδὴ ἐνίοτε χρείας καλούσης ἀναπτυσσομένη διαθήκη καταλιμπάνεται οὕτω συμβαίνοντος ἀσήμαντος εἰς τὸ ἔπειτα, ἢ καὶ τοῦ χρόνου (οἷα φιλεῖ) τὴν σφραγίδα εἰς ἀφανισμὸν περιστήσαντος ἐρήμη τῆς ἐκ τοῦ ἐσφραγίσθαι γίνεται πίστεως, ἐκ τούτου δὲ ἀμφιβολία τὶς ἐνεδρεύει ταῖς τοιαύταις διατάξεσιν, ἡμῖν ἔδοξεν ἑτέρῳ τρόπῳ βοηθουμέναις εἰς πίστιν αὐταῖς συνεπιλαβέσθαι. Διὰ τοῦτο κελεύομεν, κἂν μὴ τῆς σφραγίδος ἡ σωτηρία περίεστι τῇ διαθήκῃ, εἰ ' τὴν ἀξιοπιστίαν αἱ ὑπογραφαὶ δύναιντο προσμαρτυρεῖν, μὴ διαμαρτάνειν τοῦ εἶναι βεβαίαν αὐτήν. ὥσπερ γὰρ τὰς οὔπως ἀναπτυχθείσας διατάξεις αἱ ὑπογραφαὶ κυροῦσι κἂν ὡς εἰκὸς τῇ σφραγῖδι τὸ ἀδιάφθορον μὴ σώζοιτο, οὕτω καὶ τὰς μετὰ τὸ ἀνεπτύχθαι ἢ ἀσφραγίστους διαμεῖναι λαθούσας ἢ τὴν ἐκ τῶν σφραγίδων ἀσφάλειαν τῷ χρόνῳ συληθείσας ἡγούμεθα δίκαιον εἶναι καὶ ἐκ μόνης τῆς ἐκμαρτύρου ὑπογραφῆς μὴ στερίσκεσθαι πίστεως. ἐκεῖνο μέντοιγε προσεπιθεσπίζομεν, ὡς, εἰ τοῦ κριτοῦ ὀλιγωρίᾳ εἰς το ἀσφράγιστον ἡ διαθήκη περισταίη, ποινὴν αὐτῷ τῆς ὀλιγωρίας δυοκαίδεκα λιτρῶν ἔκτισιν ' ἐπιτίθεσθαι.