JGR III 2.81Ne ex auro et pretiosis lapillis quidquam confici in universum prohibitum sit.
ΔΙΑΤΑΞΙΣ πα΄.
Abrir no leitor do IusCommune →0
pr.Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Καὶ τοῦτον δὲ τὸν νόμον ', ὃς ἁπλῶς ἀφαιρεῖται τὴν ἐξου σίαν τοῦ ἐκ χρυσοῦ καὶ λίθων δρᾶν τι κατασκεύασμα, ἐπὶ μόνοις δὲ τοῖς γυναικείοις κοσμίοις καὶ τὴν οὕτω καλουμένην δακτυλίων τὴν κατασκευὴν ὁρίζει, τῆς αὐτῆς ὄντα κατανοήσαντες προαιρέσεως τῷ περὶ ἁλουργίδος διαλαμβάνοντι, εἰς τὴν αὐτὴν ἐκείνῳ χώραν τιθέαμεν. οὐ γὰρ ἁπλῶς ἐχρῆν τὴν ἐκ τῆς ὕλης τοῦ χρυσοῦ χορηγίαν εἰς τὴν ἐργασίαν κωλύειν, ἀλλὰ τὰ εἴδη τῶν ἔργων, ἐπεὶ τό γε καθόλου᾽ ἐκ χρυσοῦ καὶ λίθου ἀπαγορεύειν ἐργάζεσθαι πλεονεξία σαφής· τὸ δὲ καὶ βαρεῖαν οὕτω ποινὴν ὑπέχειν τὸν ἁλισκόμενον ἐφ᾽ ὁτῳοῦν παραβάντα τὸν νόμον (φημὶ δὴ τὴν τῶν ρ ' λιτρῶν ἔκτισιν καὶ προσθήκην ἐπὶ τούτῳ τῆς κεφαλῆς τὴν ἀφαίρεσιν), τίς λόγος τὸ μὴ οὐχὶ κορυφαῖον εἶναι βιαίου τὸν νόμον παραιτήσεται; ἐῶ δὲ τὴν ἄλλην ἀτοπίαν, ὁπόσην καὶ καθ᾽ ἱερῶν κειμηλίων ἐνδείκνυται καὶ ἄλ λων τινῶν ἡ ἐργασία ποινῆς. Ἡμεῖς οὖν γινώσκομεν οὐχ ἁπλῶς κωλύεσθαι τὸ ἐκ χρυσοῦ καὶ λίθων ἔργον ποιεῖν, ἀλλ᾽ ἐκεῖνα τὰ κατασκευάσματα, ἃ μόνοις ἐφεῖται βασιλεῦσι, καὶ ὧν ἡ χρῆσις πρὸς τὸν ὄγκον τῆς βασιλείας καὶ τὴν ταύτης χρείαν ὁρᾷ. εἰ δέ τις ἢ κειμήλιον ἱερὸν ἢ ἕτερόν τι οὐκ ὂν ἰδιωτικῆς ἀξίας καὶ τιμῆς ὑπερκείμε- νονο δύναιτο ἐργάζεσθαι, ἀνέγκλητον τὴν ἐπὶ τῷ ἔργῳ ἐχέτω προαίρεσιν.