IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.80Ut purpurae segmenta et particulae in publicis mercimoniis sint.

ΔΙΑΤΑΞΙΣ π. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Οὐκ οἶδα ὅπως οἱ ἄνω τοῦ χρόνου τὴν ἁλουργίδα στολισάμενοι αὐτοκράτορες εἰς τὸ τοιαῦτα νομοθετεῖν κατέστησαν ', ὥστε μηδαμῶς ἁλουργόν τι μέρος ὤνιον γίνεσθαι μήτε συγχωρεῖν τινι τοιοῦτον πιπράσκειν ἢ ἐξωνεῖσθαι χρῶμα. τὸ μὲν γὰρ ὁλόκληρον ὕφασμα ἀπεμπολεῖσθαι κωλύειν, τάχα φέρει τινὰ οὐκ ἄλογον πρόφασιν τῷ νομοθετήματι, τμῆμα δὲ καὶ μερὶς βραχεῖα ὠφέλειάν τινα καὶ χρείαν οὐχ ὑπερκειμένην τῷ τε πιπράσκοντι καὶ τῷ ἀγοράζοντι παρεχόμενα, ταῦτα δὴ κωλυόμενα τίνα εὐπρεπῆ αἰτίαν καὶ φθόνου τῶν ὑπηκόων καθα. ρεύουσαν τῇ τοῦ νομοθέτου συστάσεις γνώμῃ; ποία γὰρ ἐκ τούτων πρὸς τὸ ὑπερέχον τῆς βασιλείου δόξης ἢ ἐναντίωσις ἢ κοινότης ἀπαντᾶ; Οὐκ ἀρεσκόμενοι τοίνυν τῷ δόγματι διοριζόμεθα ἡμεῖς τὰ ἁλουργὰ μέρη καὶ τμήματα, σεμνοπρεπείας μοῖραν παρεχόμενα τοῖς ὑπηκόοις ἢ χρείαν ἄλλην οὐκ ἀπηγορευμένην, καὶ ἀπεμπολεῖσθαι καὶ ἀγοράζεσθαι. δεῖ γὰρ μετὰ τοῦ καὶ ἄλλως εὐεργετεῖν τὸ ὑπήκοον μηδὲ σεμνοπρεπείας φθονεῖν αὐτοῖς τὴν βασιλείαν.