IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.79De poena sacerdotis, diaconi aut subdiaconi, si post assumtum or15 dinem mulieri in matrimonium jungatur.

ΔΙΑΤΑΞΙΣ οθ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Τὰ ἅπαξ ἀνατεθειμένα τῷ θεῷ ἀναφαίρετα δεῖν εἶναι τεθέσπισται, καὶ τοῦτο οὐ μόνον ἐπὶ κειμηλίων ἀνιερουμένων, ἀλλὰ πολύ γε καὶ μᾶλλον ἐπ᾿ ἀνθρώπων, οἷς διὰ τοῦ κλήρου προσγένηται ἡ πρὸς τὸ θεῖον ἀνάθεσις, κἂν (οἷα πολλὰ τὰ ἀνθρώπινα πταίσματα) τῆς τάξεως, ἐν ᾗ διαπρέπειν κατεκληρώ θησαν, ἡ τύραννος αὐτοὺς ἐξωθήσοιεν ἁμαρτία. Οὐκ ἀποδεχόμενοι οὖν τῆς προαιρέσεως τὸν παλαιὸν νομοθέτην, ὃς βούλεται πρεσβύτερον ἢ διάκονον ἢ ὑποδιάκονον μετὰ τὴν ἐπ᾿ αὐτῷ χειροθεσίαν συναψάμενον γυναικὶ παντελῶς τοῦ κληρικοῦ ὑπεξίστασθαι σχήματος καὶ πρὸς τὸν λαϊκὸν βίον ἐπαναστρέφεσθαι, ἀκυροῦμεν τὸ δόγμα, θεσπίζομεν δὲ μόνῃ τῇ ὑποχωρήσει τῆς τάξεως, ἐφ᾽ ᾗ πρὸ τοῦ γάμου ἐγνωρίζοντο, ἀρκεῖσθαι τὴν δίκην αὐτοῖς, τοῦ δὲ κληρικοῦ σχήματος καὶ τῆς ἄλλης ἐν ταῖς ἐκκλησίαις ὑπερησίας, ἧς ἐφάπτεσθαι οὐκ ἀθέμιτον, μὴ παντάπασι τὴν ἀλλοτρίωσιν καταδικάζεσθαι.