JGR III 2.78Ne amplius senatusconsulta fiant.
ΔΙΑΤΑΞΙΣ οή. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὥσπερ καὶ ἐφ᾽ ἑτέρων ὧν μὴ πρὸς χρείαν τὰ πράγματα καθίστατο νόμων ' ὤφθημεν πεποιηκότες, τουτέστι τοῦ νομίμου ἐδάφους τὸ περιττὸν ὑπεξαιροῦντες, οὕτω κἀνταῦθα ποιοῦντες τὸν εἰσάγοντα νόμον πρὸς νομοθεσίαν τὴν σύγκλητον τῆς ἐν τοῖς νόμοις συμπολιτείας θεσπίζομεν διακρίνεσθαι. τῶν γὰρ πραγμάτων ἀχρηστίαν αὐτοῦ καταγνόντων, ἐξ οὗ τὸ μό- ναρχον κράτος τὴν τούτων ἀνῆπται διοίκησιν, καὶ ἄκαιρον καὶ μάταιον τὸν ἄχρηστον μετὰ τῶν χρείαν παρεχομένων συντάττεσθαι.