JGR III 2.77De falso.
ΔΙΑΤΑΞΙΣ οζ΄. Περὶ πλαστογραφίας. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ἐν πολλοῖς μὲν καὶ ἄλλοις, μάλιστα δὲ ἐν τῷ νομίμῳ ἐδάφει οὐκ ἀνέγκλητον ἡ ἀσάφεια. δεῖ γὰρ οἶμαι, εἴ που καὶ 15᾿ ἄλλοθί που, σκολιᾶς διαπλάσεως ἀμοιρεῖν τὸν λόγον καὶ πρὸς τὸ εὐθὺ ἐναρμόζεσθαι. οὐ γὰρ μυστήρια τοῦ νόμου τὰ θέσμια, ὥστε ἀναχωρεῖν αὐτὰ τῆς τῶν πολλῶν καταλήψεως, ἀλλ᾽, εἴ γε οἷόν τε ἦν, ἐχρῆν μηδένα λανθάνειν ταῦτα, μὴ ἄνδρα, μὴ παῖδα, μὴ γύναιον, ὡς μάλιστα τούτου τῇ πρὸς τὸ ἄμεινον τῶν ἀν θρώπων ἀγωγῇ καὶ τῇ τοῦ βίου λυσιτελείᾳ συνεπιλαμβάνοντος. διὰ τοῦτο ἡμῖν κατ᾿ ἐκεῖνο τὸ μέρος τῶν νομίμων ἐπιστήσασι κεφαλαίων, ἐν ᾧ λέξεσιν αὐταῖς, ὥσπερ ἐπ᾿ αὐτῷ τούτῳ τοῦ νομοθέτου λαθεῖν ζητοῦντος ὅ τι καὶ λέγοι, οὕτω διείληπται· ὁ πλαστογράφος ἐπὶ μεγίστῳ ἁμαρτήματι ἀποτέμνεται· τούτου δὴ τοῦ μεγίστου ἁμαρτήματος, ὁποῖόν ποτε καὶ ὑπείληφεν ὁ νομοθέτης αὐτὸ, ἀδήλου ὄντος καὶ πρὸς τὸ ἀόριστον ἀποτέμνοντος τὸν νοῦν· συνείδομεν αὐτοὶ σαφῆ τινα καὶ ὡρισμένην τῷ λόγῳ δοῦναι χώραν. Θεσπίζομεν τοίνυν τὸν τοιαῦτά τινα πλαστογραφήσαντα, δ᾽ ὧν τὸ πλαστογράφημα ἰσχὺν λαμβάνει θανάτῳ ὑπάγειν τὸν καθ ' οὗ συνεπλάσθη, αὐτὸν παραδιδόμενον τῇ τιμωρίᾳ, ἣν καθ᾽ ἑτέρου ἐσκέψατο παλαμήσασθαι, ἀποτέμνεσθαι.