IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.76De poena falsum testimonium dicentium sacerdotum '.

ΔΙΑΤΑΞΙΣ ος΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Τὰ πρὸς τοὺς θεοκήρυκας (λέγω δὲ πρὸς τοὺς θείους ἀποστόλους) ἀναφερόμενα θεῖα θεσπίσματα ἱερεῖς μὴ εὐορκεῖν. ἐλεγχομένους ἀπογυμνοῦσι τοῦ ἱεροῦ ἀξιώματος. τῆς πολιτείας οἱ διατάκτορες νόμοι πρὸς τοῦτο τὸ μέρος τῶν πραγμάτων ἐγκύπτοντες τὴν ψευδομαρτυρίαν διχῆ διαιροῦσι, καὶ ἣν μὲν ἂν φωράσωσι προελθοῦσαν ἐπὶ ἐγκλήμασι καθαιρέσει τῶν ψευδομαρτυρησάντων ἱερέων τιμῶνται, τὴν δ᾽ ἐπὶ τοῖς χρηματικοῖς ἀφορίζοντες ἐπί τινα χρόνον, ἀλλ᾽ οὐ καθαιροῦντες τοὺς ἁμαρτόντας κολάζουσιν. Ἡμεῖς οὖν κελεύομεν, τοῦ ψευδομαρτυρήσαντος ἐνορκίου γινομένου, εἴτε χρηματικὸν τὸ αἴτιον εἴτε ἐγκληματικὸν, καθαιρεῖσθαι τοὺς ἀνιέρους ψευδομάρτυρας, εἰ δ᾽ ὅρκος οὐκ ὤφθη τὸ ψευδομαρτύρημα συγκροτῶν, ἀφορίζεσθαι μὲν ἐπὶ τρισὶν ἐνιαυτοῖς τοὺς ἀληθείας σεμνότητι τὸ ψεῦδος ἐνδῦσαι πειρασαμένους (τὸν δ᾽ ἀφορισμὸν δῆλον ὅτι μοναστήριον, ἐν ᾧ δεήσει αὐτοὺς σὺν ἀκριβεῖ πολιτείᾳ διάγειν, ἐμπιστευθήσεται)· καὶ τῆς ἐπὶ τῷ ἁμαρτήματι προσηκούσης μετανοίας γεγενημένης εἰς τὴν οἰκείαν αὐτοὺς τάξιν ἀποκαθίστασθαι.