IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.75Ut qui viginti annorum est, hypodiaconus creari possit.

ΔΙΑΤΑΞΙΣ οε΄. Ὁ αὐτὸς βασιλεὺς στεφάνῳ τῷ ἁγιωτάτῳ ἀρχιεπισκόπῳ κωνσταντινουπόλεως καὶ οἰκουμενικῷ πατριάρχῃ.

Abrir no leitor do IusCommune →

0

pr.Εἰ ἐν πολιτικοῖς πράγμασι δογμάτων ἱερῶν παριοῦσα διά ταξις πολλάκις πολιτικῶν δογμάτων περὶ τῶν αὐτῶν διατασ σόντων κυριωτέρα καθίσταται, πόσῳ μᾶλλον αἱ ἱεραὶ ψῆφοι ἐν πράγμασιν οἰκείοις τῶν πολιτικῶν ψηφισμάτων κρατήσουσι; τί οὖν ἐστὶν ὅ φημι; τὸν ὑποδιάκονον ἡ ἕκτη σύνοδος εἰκοστῷ ἔτει ἀποθεσπίζει προάγεσθαι. ταύτῃ πολιτικὸς ἀντιλέγων νόμος πέμπτον ἐπὶ τοῖς εἴκοσι χρόνον συνεπιμετρεῖσθαι παρα- κελεύεται. Αξιον οὖν ὑπειληφότες εἶναι τῷ ἱερῷ νόμῳ τὴν ἱερὰν ἀκολουθεῖν ἁγιστείαν, θεσπίζομεν καὶ ἡμεῖς, τῷ εἰκοστῷ ἔτει τῆς τοιαύτης τυγχάνειν τοὺς ἀξίους χειροθεσίας.