IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.74Ne ante legitimum matrimonii tempus futuris conjugibus benedicatur.

ΔΙΑΤΑΞΙΣ οδ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπειδὴ ἐν τοῖς περὶ γάμων τῇ τε ἱερᾷ καὶ μεγάλῃ ἕκτῃ συνόδῳ ἐντελλομένοις ἐν τῷ θ΄ κανόνι καὶ τοῖς τῷ πολιτικῷ νόμῳ δοκοῦσιν ὑπεναντιότης δοκεῖ ἀναφαίνεσθαι (ἡ μὲν γὰρ ἀπαγορεύει παντελῶς τὴν μεμνηστευμένην ἔτι τοῦ μνηστῆρος ἐν ἀνθρώποις ὄντος πρὸς γαμικὴν ὁμιλίαν ἑτέρῳ συνάπτε σθαι μοιχείας τὸ πρᾶγμα ὁρίζουσα, ὁ δὲ πολιτικὸς νόμος οὐκ ἀξιοῖ τὴν τοιαύτην διάλυσιν οὔτε τοῦ μεγάλου ἐγκλήματος, ἀλλ᾽ ἐπὶ μόνῃ τῇ τῶν ἀῤῥαβώνων καὶ τῶν προστιμήσεων ποινῇ τὴν ἐνοχὴν περιγράφει, εἰ πρωϊαίτερον τοῦ γαμηλίου καιροῦ ἡ ἐπ᾿ αὐτῆς νενομισμένη τελεσθήσεται εὐλογία), ἐπεὶ οὖν τὸ καίριον τῆς ἐναντιότητος ἀκριβὴς λόγος ἐντεῦθεν ὁρᾷ· τὸ γὰρ μετὰ τὴν εὐλογίαν διϊστασθαι, τοῦτο ἂν εἴη μνηστείας ἀληθὴς λύσις· Θεσπίζομεν μὴ τελεῖσθαι τὰς εὐλογίας, πρὶν ἂν ὁ νόμιμος τοῦ γάμου συμφθάσῃ καιρὸς, ὃς ἐπὶ μὲν ἀνδρῶν πεντεκαιδέκατον περιμένει ἔτος, ἐπὶ δὲ γυναικῶν τῷ τρισκαιδεκάτῳ συμπεΗ ριγράφεται. οὕτω γὰρ καὶ τὰ τῆς εὐλογίας κατὰ λόγον ἕξει, καὶ ἡ τῶν συνελθόντων διάλυσις τελείου γάμου τυγχάνουσα οὐκ ἐναντιουμένης τῇ ἐκκλησίᾳ καὶ παρὰ τοῦ πολιτικοῦ νόμου τεύξεται κρίσεως.