IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.73Ut nemo cum mulieribus in ecclesiarum coenaculis habitet.

ΔΙΑΤΑΞΙΣ ογ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Πρᾶγμα κακῶς μὲν καὶ πρὸ τῶν κωλυόντων αὐτὸ δικαίων γινόμενον, χεῖρον δὲ μετὰ τὸ κωλυθῆναι τολμώμενον (φημὶ δὴ τὸ ἐν τοῖς τῶν ἐκκλησιῶν ὑπερῴοις, ἅπερ ὁ πολὺς ἄνθρωπος κατηχούμενα καλεῖν ἔγνω, συνοικεῖν τινας γυναιξὶν) οὐκ ἄξιον παριδεῖν, οὐκοῦν οὐδὲ παροφθήσεται ἡμῖν. ἦν μὲν οὖν αὕτη ἡ τόλμα οὐκ οἶδ᾽ ὅπως ἄχρι τῆς ἕκτης συνόδου ἀτι- μώρητος, κατὰ ταύτην δὲ τὴν ἱερὰν σύνοδον τὸ πρᾶγμα ἐπι· στασίας ἀξιωθὲν, ἱερεῖς μὲν ὄντας τοὺς τοιούτους οἰκήτορας ἐνόχους ἔδειξε καθαιρέσεως, ἀφορισμὸν δ᾽ ἐπήνεγκε λαϊκοῖς. ἀλλὰ γὰρ οὐκ ἀπέχρησεν εἰς παντελῆ ἐκδίκησιν τῶν ἐκκλησιῶν τὸ ἱερωσύνης ψήφισμα. ἤδη γὰρ τῆς αὐτῆς παρα- μενούσης τόλμης καὶ καθ᾽ ὃν χρόνον διεῖπε τὰ σκῆπτρα ὁ περιώνυμος ἐν βασιλεῦσι πατὴρ ἡμῶν, ἐδέησε βασιλικὴν χεῖρα καὶ πρόσταγμα τὴν τοιαύτην προπέτειαν τῶν ἱερῶν ἐξελαύνειν οἴκων.· Ὅπερ οὖν καὶ ἀπὸ τοῦ παρόντος κρατεῖν βουλόμενοι, ὁρί- ζομεν, μηδένα μηδαμῶς μήτε ἱερέα μήτε τῶν ἐκ τοῦ λαοῦ γυναιξὶ συνοικοῦντα ἐν τοῖς λεγομένοις κατηχουμένοις οἰκεῖν. εἰ δέ τις εὑρίσκοιτο τὸν ἅγιον οἶκον οὕτω κοινοποιῶν, τοῦτον μὲν βασιλείῳ χειρὶ ἀτίμως ἐκεῖθεν ἐξωθεῖσθαι, τὸν δὲ παρασχόμενον τὴν κατοίκησιν (εἴτε ἱερεὺς εἴτε τὶς ἕτερος εἴη ὁ τὴν ἐπι- τροπὴν τοῦ ναοῦ ἔχων) καὶ αὐτὸν κινδυνεύειν ἕνεκά γε τῆς τοιαύτης καταφρονήσεως καὶ τῶν ἱερῶν κοινοποιΐας τῇ τῆς ἐπιτροπῆς ἀφαιρέσει.