IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.72Ut valeant pacta, etiamsi absque poena inita sint '.

ΔΙΑΤΑΞΙΣ οβ '. Περὶ τοῦ κυροῦσθαι τὰ σύμφωνα τὰ ἄνευ προστίμου γεγενημένα. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Τῷ προστάσσοντι νομίμῳ ψηφίσματι ἀπὸ ψιλοῦ συμφώνου μὴ τίκτεσθαι ἀγωγὴν, ἀλλὰ μόνην παραγραφὴν, ἐνίους ὁρῶμεν προσπταίοντας, ἀξιοῦντες γὰρ ἅπαν σύμφωνον ἀπροσ1ο τίμητον ψιλὸν ὑπάρχειν, κἄν τε γραφῇ συντεθειμένον ᾖ, κἄν τε τῶν συμφωνούντων ἰδιόχειρος ἐνέργεια τὸν θεῖον σταυρὸν ἐντάξῃ τοῖς γράμμασι, κἄν τε τῆς θεαρχικῆς τριάδος αἱ κλήσεις προσκέοιντο, εἰ μὴ καὶ προστιμήματος ζημία ἐμφέροιτο, εἰς τὸ ἀσύστατον τὸ συμφωνηθὲν ἀποῤῥίπτουσι, κακῶς εἰδότες καὶ κάκιστα τὴν ἰδίαν κρίσιν κυροῦντες, οἱ γε πολλῆς τῶν θείων ἐπίπροσθεν τὰ κοινὰ καὶ ἀνθρώπινα τιμῆς ἀξιοῦσι. τί γὰρ, τοσοῦτον κατά γε τὴν ὄντως ἀνθρώπῳ ἁρμόζουσαν κρίσιν ἡ τοῦ προστίμου ζημία παρέχει τοῖς συμπεφωνημένοις ἀξίωμα, ὁπόσον θεῖος ἐν αὐτοῖς ὁρώμενος τύπος καὶ κλῆσις τῆς μακα ρίας θεότητος; Θεσπίζομεν οὖν, ἐν παντὶ συμφώνῳ, ἐν ᾧ ἂν τὸ ἐκ τῶν θείων τούτων συναντιλήψεων ἐχέγγυον πρὸς τὴν ἀξιοπιστίαν προσῇ, τὴν ἰσχὺν παρεῖναι κραταιάν τε καὶ ἄλυτον, κἂν μηδεὶς λόγος προστιμήσεως συγγέγραπται.