JGR III 2.71De iis, qui in locis arabilibus vel vineis aedificaturi sunt.
ΔΙΑΤΑΞΙΣ οα΄.
Abrir no leitor do IusCommune →0
pr.Περὶ μελλόντων κτίζειν ἐν ἀροσίμοις τόποις καὶ ὑπαμπέλοις. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Γνώμην ἀρίστην τε καὶ ἐννομωτάτην παρὰ τοῦ ἀειμνήστου γονέως ἡμῶν καὶ βασιλέως ἐξενηνεγμένην περὶ τῶν καινάς τινας οἴκων κατασκευὰς ἐν τόποις, οὓς τέως ἄροτρον ἔτεμνε καὶ ἀμπελῶνες εἶχον, εἰς ἀποκλήρωσιν βουλομένων κατασκευά- ζειν, ἐν ὁπόσῳ τῶν γειτονευόντων ὁρίων διαστήματι συστήσεται ἡ καινὴ αὕτη κατασκευὴ, δεῖν ἐκρίναμεν νόμου τιμῆς ἀξιῶσαι, ἐπεὶ μὴ παρὰ τοῦ πατρὸς εἰς τὴν τῶν νόμων ἐγράφη συμπολιτείαν. Ὁρίζομεν οὖν κατὰ τὴν ἐκείνου γνώμην, τοὺς ἐπὶ νοῦν βαλλομένους ἐν ἀροσίμοις τόποις καινῶν οἰκήσεων κατασκευὴν, εἰ μὲν ἡ ἀφθονία παρέχει τῆς χώρας, δυσὶ τόξου βολαῖς ἐκ τῶν γειτόνων ὁρίων ποιεῖσθαι τὸ διάστημα τῆς νέας κατασκευῆς· εἰ δ᾽ οὐ χαρίζεται δ᾽ ἔνδειαν ἀφθονίας τοσοῦτον μέ τρον ἡ χώρα τῷ διαστήματι, μετρείσθω καὶ μιᾷ τόξου βολῇ. ἐντὸς δὲ τοῦ εἰρημένου ὁρίσματος οὐδενὶ παρέχεται ἄδεια τῆς τοιαύτης τῶν οἰκήσεων νεουργίας. καὶ ἡ αἰτία λόγου ἥττων· συνεγγίζει γὰρ καὶ ἡ βλάβη τοῖς γειτονεύουσι καρποῖς μετὰ τῆς πλησιαζούσης οἰκίας.