JGR III 2.70De grassationibus, et ut omnes ultionem patiantur, si homo interfectus sit.
ΔΙΑΤΑΞΙΣ δ΄. Περὶ ἐφόδων καὶ τεθνηκότος ἀνθρώπου πάντας ἀμύνασθαι. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Απανταχοῦ τὸ κοινὸν τῆς γνώμης κατόψοιτ᾽ ἄν τις οὓς ἡ κοινωνία συνάπτει ἐν μιᾷ καὶ τοιαύτῃς μοίρᾳ τιθέμενον. οὕτω γὰρ καὶ συνέμποροι τὸ ἐκ τοῦ κέρδους ἢ τῆς ζημίας ἴσον διαλαγχάνουσιν· καὶ συνοδῖται πολλάκις εὑρήματι περιτυχόντες, εἰ καὶ μὴ κατ᾽ ἴσον ἔβαλον ἐπ᾿ αὐτὸ τὰς τῶν ὀμμάτων βολὰς, ὅμως διὰ τὴν ἐκ τῆς ὁδοιπορίας κοινωνίαν κοινὴν τὴν τοῦ εὑ ρήματος κτῆσιν πεποίηνται· καὶ συστρατιῶται δὲ, εἰ καὶ μὴ πάντες σὺν ὁμοίῳ τόνῳ ἐπὶ τοὺς ἐχθροὺς τὰς χεῖρας ἐξέτειναν, ἀλλὰ τῶν ἀριστείων τὴν ἰσότητα φέρουσι. καλῶς ἄρα καὶ τῷ παλαιῷ ἔδοξε νομοθέτῃ τὴν αὐτὴν ὑπέχειν ποινὴν τοὺς πονηρᾷ γνώμῃ συναπτομένους καὶ κοινῇ πρός τινα πρᾶξιν τιμω ρουμένην νόμῳ καθισταμένους, ἄν τε γυναίου ἁρπαγὴ τὸ πεπραγμένον εἴη, ἄν τε πατρὸς ἄν τέ τινος ἑτέρου ἀναίρεσις, εἰ καὶ μὴ πάντες ἐπίσης τῷ πραχθέντι παρέσχον τὴν ἐνέργειαν. Τοιγαροῦν καὶ ἡμεῖς τοῖς προτεθεσπισμένοις συμφθεγ γόμενοι περὶ τῶν ἅμα καὶ κοινῶς ἔφοδον κατὰ ζωῆς ἀνθρώπου πεποιημένων ὁρίζομεν, ὥστε πάντας, ὁπόσοι δ᾽ ἂν καὶ εἶεν, τῇ αὐτῇ καθυποβάλλεσθαι δίκῃ, εἰ καὶ μὴ ὡσαύτως ἐνήργηται παρὰ πάντων ἡ πρᾶξις, οὐ γὰρ ὅτι μὴ αὐτός τις τὴν χεῖρα ὑπουργῆσαι τῷ θανάτῳ παρέσχετο, διὰ τοῦτο ἀθῖος 20΄ ἀπιέναι δυνήσεται. τί γὰρ, εἰ καὶ μὴ τὴν ἰδίαν δεξιὰν, ἀλλὰ τὴν ἑτέρου ἐτόνωσε πρὸς τὴν ἀναίρεσιν; ὅτι γὰρ ἡ τὸν θάνατον καταπραξαμένη χεὶρ ὑπὸ τῆς κοινῆς πονηρίας κινουμένη τὴν πρᾶξιν ἐτόλμησε, δῆλον. οὐκ ἂν γὰρ, εἰ μὴ συνεκρότει ταύτῃ τῶν ἄλλων ἡ συνδρομή, ἑτοίμη ὤφθη τῷ φόνῳ ὑπηρε τήσασθαι. διὰ τοῦτο καθὼς εἴρηται πάντας τὴν αὐτὴν ὑφίστασθαι εἴσπραξιν τῆς δίκης ψηφιζόμεθα, κἂν ὡς εἰκὸς ἐπὶ μιᾶς τινος πληγῆς τὸ θανεῖν ἀπαντήσῃ, τῶν δ᾽ ἄλλων αἱ χεῖρες οὐ συνεφήψαντο.