IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.69Ut caeci, illiterati et foeminae testamentum facere possint.

ΔΙΑΤΑΞΙΣ §9΄. Περὶ τοῦ διατίθεσθαι τυφλοῖς καὶ ἀγραμμάτοις καὶ γυναιξίν. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐπειδὴ ἀμφισβητεῖται περὶ τοῦ πῶς δεῖ τυφλοὺς διατίθεσθαι, καὶ ἡ ἀμφιβολία ἔκ τε τῶν νομίμων πρόεισι τόπων καὶ ὧν ἀλλήλοις περὶ τούτου ἀντιθεσπίζουσι νόμοι, καὶ τῆς νῦν πολιτευομένης συνηθείας, οὐδὲ τοῦτο ἄκαιρον ἡμῖν ἐνομίσατο μέρος εἰς ἐπίσκεψίν τε καὶ ἀνακάθαρσιν. καὶ γὰρ ὁ μέν τις ἀπαγορεύει τῶν νόμων τυφλῷ διάταξιν κατὰ τὸν μυστηριώδη προέρχεσθαι τρόπον, καὶ μὴ ἄλλως προσεῖναι ταύτῃ κῦρος ὁρίζεται, εἰ μὴ παρουσίᾳ μαρτύρων ἐγγυᾶται ἢ προελθόντα στό ματος τυφλοῦ τὰ διατεταγμένα ἢ τοῖς ἐκείνου ὠσὶν ὑπάρχειν ἐνηχημένα (οὐ γὰρ ἀξιοῦ ἐν μόνῳ γραφεῖ τὴν τούτων πίστιν ἐξωχυρῶσθαι), ὁ δέ τις τῶν νόμων εὐρύχωρον ἀνοίγει τὴν πάροδον καὶ γυναίοις καὶ ἀγραμμάτοις ἀνθρώποις εἰς τὸ πρὸς μυστικωτέρας διατάξεις καθίστασθαι, μηδὲν ἕτερον ἀκριβολογού μενος, ἢ τὸ τὸν διατιθέμενον, οὐκ ὄντα μὲν ἀμαθῆ γραμμάτων, οἰκείᾳ ὑπογραφῇ τὴν διάταξιν ἀσφαλίζεσθαι, εἰ δ᾽ ἐλάττων ἐκεῖνος παρέχειν τὴν τοιαύτην ἀσφάλειαν, ἄλλον ἀνθ᾽ ἑαυτοῦ πρὸς τὴν ὑπογραφὴν παραλαμβάνειν. οὕτω μὲν οὖν ἐκ τῶν νόμων στασιάζοι ἂν τὰ πράγματα· πῶς γὰρ εἰ γύναια καὶ γραμμάτων ἀδίδακτοι ἄνθρωποι κατὰ τὸν ἀναχωροῦντα τρόπον τῆς τῶν πολλῶν γνώσεως διατάξονται ἐν μόνῳ τῷ γράφοντι σαλευούσης τῆς πίστεως, οὐχὶ καὶ ὁ τυφλὸς ἐκ τῆς αὐτῆς αἰτίας ἀκώλυτον σχοίη τὸ διατίθεσθαι; ἀλλὰ γὰρ καὶ τὰ τῆς συνηθείας, οὐ μόνον τὰ ἐκ τοῦ νόμου, πρὸς τὸν νόμον ὁρᾶται μαχόμενα. καὶ γὰρ οἶδεν αὕτη καὶ γυναίων καὶ ἀνδρῶν οὐ διὰ γραμμάτων ἠγμένων καὶ τυφλῶν διατάξεις ἐν μυστηρίῳ κειμένας μὴ τὴν ἰσχὺν ἀφαιρεῖσθαι. Ἐπεὶ οὖν οὕτω ταῦτα, καὶ ἡμεῖς ταῖς μυστικαῖς διατυπώσεσιν, ἄν τε τυφλῶν ἄν τέ τινων ἑτέρων ὦσι προσώπων, προσεῖναι θεσπίζομεν σύστασιν, τοῦτο προσεπιθεσπίζοντες, ὥστε πρὸ τῶν μαρτύρων ἐνόρκιον ἐκκεῖσθαι ὑπογραφὴν τῶν τὰς διατάξεις γραφόντων, ὡς εἴησαν ἀληθῶς ἐκεῖνα γράψαντες ἅπερ ἀκηκόεσαν, αὐτῆς ἐκείνης ὑποφθεγξαμένης τῆς τοῦ διαθεμένου γλώσσης· καὶ εἴ τις ἔλεγχος μετὰ ταῦτα ψευδογρα- φίας ἀναφαίνοιτο, τίμημα προσκεῖσθαι τοῦ ἁμαρτήματος, εὐπόροις μὲν οὖσιν αὐτοῖς τὴν τῶν ἰδίων ὑπάρξεων ἀλλοτρίωσιν, ἐρήμοις δὲ περιουσίας σφοδραὶ μάστιγες καὶ φυγὴ ὑπερόριος ἐπικείσεται ἡ ζημία. ἔτι δὲ καὶ τοῦτο τοῖς θεσπισθεῖσιν ἐπισυνάπτομεν· ποῖον; εἴ ποτε ἡ διάταξις δεηθείη ὅρκων οἷα πολλὰ εἰς βεβαίωσιν, καὶ αὐτοὺς τοὺς γεγραφότας τὴν διάταξιν σὺν τοῖς μάρτυσιν ἐπομνυομένους συνεπισχύειν τὴν πίστιν καὶ τὴν ἀλήθειαν.