JGR III 2.68Ut monachi et clerici tutores fieri possint, ab administratione vero et gubernatione pupillorum arceantur.
ΔΙΑΤΑΞΙΣ ξή. Περὶ τοῦ ἐπιτροπεύειν μοναχοὺς καὶ κληρικοὺς, ἀπείρ-
Abrir no leitor do IusCommune →0
pr.γεσθαι δὲ οἰκονομίας καὶ προστασίας ὀρφανῶν. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Τοῖς μὲν πάλαι νομοθέταις (μονοειδοῦς ὡς εἰκὸς ὑπαρχού σης κατ᾿ ἐκεῖνο καιροῦ τῆς ἐπιτροπῆς, καὶ μόνων ἀποφερομένων τὴν κλῆσιν, οἳ προστασίαν ὑπεδύοντο γονέων ἐρήμων) ἔδοξεν ἀποφήνασθαι, μὴ μετέχειν τοῦ πράγματος μήτε μονάζοντας μηδ᾽ ὅσους ὁ ἱερὸς οἰκειοῦται κλῆρος. καὶ καλῶς ἔδοξες· συνεἶδον γὰρ, ὡς τοὺς ἀνακειμένους πρὸς θείαν λειτουργίαν δεῖ τῶν ἔξωθεν ὄχλων καὶ περισπασμῶν ἀπηλλάχθαι, ὅσην δὲ παιδοτροφίαι καὶ ἄλλως οἰκονομίαι εἰς τὸ περισπᾶν καὶ ἀφέλκειν τῆς ὀφειλομένης θεῷ θεραπείας ἰσχὺν ἔχουσιν, ἠγνόησεν οὐδείς. ὑπαρχούσης οὖν οὐκ ἀνεκτῆς δυσχερείας τῷ πράγματι, μάλιστά γε καὶ διὰ τὴν ἐκ τοῦ χρόνου παράτασιν (ὅλον γὰρ ὡς τὰ πολλὰ βίον τῇ πολυπόνῳ φροντίδι τὴν ἐπιτροπὴν ταύτην οἱ λαχόν τες συνδέδενται), καλῶς ὅπερ εἶπον τὸ δόγμα προσήνεγκαν. ᾿Αλλ᾽ ἐπεὶ τοῖς μεταγενεστέροις οὐκ ἐτηρήθη μόνως ἐφ᾿ ἧς ἐλέγετο ἐπιστασίας ἡ κλῆσις, ἠξίωσαν δὲ κἀκείνους ἐπιτρόπους καλεῖν τοὺς, ὅσοις οἱ τὸν βίον ἀπολιμπάνοντες χρησταῖς περὶ αὐτῶν ὑπολήψεσιν ἐπὶ τοῦτο προτρεπόμενοι διατάξεις, αἳ περὶ τῶν ὑπόντων ἤρεσαν πραγμάτων, ἐγχειρίζουσι καὶ τῶν μετὰ τὴν ἐκδημίαν πιστεύουσι τὴν διοίκησιν· ἐπεὶ οὖν καὶ τούτων ἐπιτρόπων ὀνομαζομένων ἀμφισβήτησις πρόεισιν, εἰ καὶ μονα- σταὶ τὸν ἱερὸν ὑπελθόντες κλῆρον ταύτης μεθέξουσι τῆς ἐπιτροπῆς διὰ τὸ δοκεῖν τὸ ῥηθὲν τοῦτο μὴ καταδέχεσθαι ψήφι σμα, θεσπίζομεν ἡμεῖς διαστειλάμενοι, ἐκείνης μὲν τῆς ἐπιτροπῆς κωλύεσθαι ἣν μόνην ὁ πρεσβύτερος εἰδὼς χρόνος παρέσχε ψῆφον ἐξενεχθῆναι τὴν μὴ διδοῦσαν εἰς ταύτην πάροδον εσ τοῖς εἰρημένοις προσώποις, τοῦ δὲ μεταγενεστέρου τῆς ἐπιτροπῆς εἴδους ἐξεῖναι καὶ μονάζουσι καὶ κληρικοῖς κοινωνεῖν. οὔτε γὰρ αἱ φροντίδες οὕτω βαρεῖαι, ὥστε πρὸς ἑαυτὰς καταδῆσαι καὶ τῆς ἱερᾶς ἀφελκῦσαι ὑπηρεσίας, καὶ ἄλλως δὲ ὅσον μᾶλλον οὗτοι τῶν λαϊκαῖς προσηλωμένων ἀνάγκαις καὶ τῇ κάτω συμ- φυρουμένων ἰλύϊ διαζῶσιν εὐλαβέστερόν τε καὶ ὑψηλότερον, ἐλπὶς ἀμείνω καὶ εὐλαβεστέραν καὶ τὰς τῶν ἀποδημούντων διατάξεις ἀποφέρεσθαι τὴν ἐκπλήρωσιν.