IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.67De transfugis ad hostes, qui sponte revertuntur.

ΔΙΑΤΑΞΙΣ §ζ· Περὶ τῶν αὐτομολησάντων πρὸς ἐχθροὺς καὶ ἑκουσίως

Abrir no leitor do IusCommune →

0

pr.ἐπανελθόντων. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Καὶ τὸ ἄγαν αὐστηρὸν καὶ ἀπότομον, καὶ τὸ λίαν ὑπεῖκον καὶ πλέον ἢ προσῆκε φιλάνθρωπον, ὁμοίως ἀμφότερα τοῦ ὠφελίμου τὸ βλάβος ἔχει. ὅ τε γὰρ τῷ ἀποτόμῳ ἀμέτρως χρώμενος καὶ ὁ τὸ ἐπιεικὲς ἄκρατον φέρων, ἑκάτερος, κἄν τε ἑνός ισ τινος ἄν τε οἰκίας ἄν τε πόλεως ἐπιστατῇ, εἰς τὸ ἀσύμφορον εἴη ἂν τοῖς ὑπ᾿ αὐτοῦ διοικουμένοις ἐγκεχειρημένος τὴν ἐπιστασίαν. χρὴ γὰρ τὸν καλῶς ἐπιστατήσοντα, ὥσπερ τῶν χωρίων τὰ εὔκρατα καὶ πρὸς ὑγείαν ἐπιτήδεια μικτὰς ἔχει συμμέτρως τὰς τοῦ ἀέρος διαθέσεις, οὕτω καὶ αὐτὸν εὔκρατον ἑαυτὸν παρ- έχειν τῇ ἐμμέτρῳ πρὸς τὴν συμφέρουσαν ἐπιστασίαν μίξει τῶν διαθέσεων, καὶ μήτε τῷ ἀποτόμῳ βαρὺν καὶ ἀφόρητον εἶναι, μήτε τῷ πέρα τοῦ προσήκοντος ἐπιεικεῖ καταπεφρονημένον καὶ ἀνηγεμονικόν. ὅπερ οὖν ἐπὶ ἀέρος φαμὲν, τοῦτο πάντως καὶ ἐπὶ νόμων ἁρμόζει σώζεσθαι. χρὴ γὰρ τοὺς νόμους, ἡγεμόνας ὡς ἀληθῶς τῆς πολιτείας ὄντας, ἣν εἶπον κρᾶσιν διαφυλάττειν, καὶ πρός τε ἀποτομίαν καὶ φιλανθρωπίαν μὴ παρὰ μέτρον ὁρᾶν, εἴ γε μέλλοιεν οἱ ἐπ᾿ ἐκείνοις ὑγιαίνειν πολιτευόμενοι. ταῦτα ἡμῖν λέγεται πρὸς τὴν ἀποτομίαν ὁρῶσιν, ἣν ὁ κατὰ τῶν εἰς πολεμίους αὐτομολησάντων κείμενος νόμος ἐνδείκνυται. βούλεται γὰρ τὸν ηὐτομοληκότα, εἴ ποτε πρὸς γνώμην μεταμελείας ἴδοι καὶ τὸ προλαβὸν ἁμάρτημα διὰ τῆς πρὸς τὰ οἰκεῖα ἐπαναστροφῆς ἰάσασθαι βουληθῇ, ἔκδοτον εἰς βρῶσιν θηρίοις γίνεσθαι ἢ ἀνασκολοπίζεσθαι. τοῦτο ἐμοὶ πολλῆς μὲν αἴτιον βλάβης τῇ πολιτείᾳ δοκεῖ, πολλὴν δὲ καὶ τῶν πρὸς σωτηρίαν ἐσ ὁδηγούντων λογισμῶν ἀποφέρειν τὴν ἐναντιότητα. ἀνάγκην γὰρ ἐπάγει τοῖς πρὸς τοὺς πολεμίους αὐτομολήσασι μηδέποτε τῶν οἰκείων μεμνῆσθαι, μηδὲ τῆς πρὸς τὴν πατρίδα ἐπαναδρομῆς ἀναλαμβάνειν τὸν ἔρωτα. οὐδεὶς γὰρ, ὅστις τοιαύτην ἐκδεχομένην αὐτὸν τιμωρίαν εἰδὼς ἀντὶ τῆς ἐν τοῖς πολεμίοις βιώσεως οὕτω πικρῶς ἐν τῇ πατρίδι θανεῖν προαιρήσεται. Διόπερ ταύτην μὲν τὴν ἀποτομίαν, ἵνα μὴ λέγω ἀδικίαν (πῶς γὰρ οὐκ ἄδικον, τὸν ἁμαρτάνοντα, εἶτα ἐξ αὑτοῦ πρὸς τὴν τοῦ ἁμαρτήματος ἀναφρονήσαντα ἴασιν, κολάζειν οὕτω πικρῶς;), ἐκ τῶν δικαιοτάτων ἐλαύνομεν νόμων, κελεύομεν δὲ, εἴ τις αὐτόμολος εἰς τὴν πατρίδα ἐπαναδράμοι, ἅπαξ μὲν τοῦτο ποιήσας, συγγνώμης τυγχανέτω· δεύτερον δὲ, εἰς τριετῆ δουλείαν διαπωλείσθω· ἐκ τρίτου δὲ ποιησάμενος τὴν αὐτομολίαν, εἶτα ἐπαναζεύξας, εἰς διηνεκῆ καὶ ἀΐδιον οἰκετείαν πιπρασκέσθω. τὸν γὰρ οὕτως ἀβέβαιον καὶ παλίμβουλον ἀνάξιον ἀπολαύειν ἐλευθερίας. εἰ μέντοιγε ὁ πρὸς ἐχθροὺς αὐτόμολος οὐκ ἐξ οἰκείας γνώμης, ἀλλὰ ληφθεὶς ὑφ᾽ ἑτέρων εἰς τὴν πατρίδα ἐπαναχθῇ, καὶ μάλιστα εἰ αἵματος ἐμφυλίου τὴν δεξιὰν ἔχει με μολυσμένην, τοῦτον θανάτῳ κολάζειν, οἷα δὴ πολέμιον, οὔτε ἄδικον ' οὔτε ἀπότομον.