JGR III 2.66De plagio '.
ΔΙΑΤΑΞΙΣ ξς΄. Περὶ ἀνδραποδισμοῦ. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὥσπερ οὐκ ἐστὶ καλὸν τὰ τῆς δίκης ζυγὰ πλέον ἢ προσἤκεν ἐπικλίνεσθαι τῇ συμπαθείᾳ, οὕτως οὐδ᾽ ὑπερβολὴν αὐστηρότητος τοῖς ἁμαρτάνουσι βαρυτέραν ἢ ὅσον ἀπαιτεῖ τὸ ἁμάρτημα τὴν δίκην ἐπιτίθεσθαι. τὸ μὲν γὰρ, λέγω δὴ τὸ ἄκαιρον συμπαθὲς, τοῖς ἔξω φέρεσθαι τοῦ πρέποντος οὐκ εὐλαβουμένοις ποιήσειεν ἂν καταφρόνησιν καὶ πρὸς τῆν τόλμαν τῶν φαύλων ὀξυτέραν τὴν προθυμίαν, τὸ δὲ βαρυτέρᾳ κολάζειν ποινῇ τὸ ἁμάρτημα ἀλλ᾽ οὐ καθ᾽ ὅσον ἄξιον, οὐκ ἐστὶ δικαίου ἐκδίκησις ἀλλ᾽ ἐν σχήματι δίκης ἀδικίας ἄρχειν· τὸ γὰρ μὴ πρὸς μέτρον τοῦ πταίσματος τιμωρεῖσθαι τὸν πταίσαντα ἀδικεῖν ἐστιν, οὐχὶ τὰ δίκαια ποιεῖν. τί δήποτε τοῦτο ἐῤῥήθη; ὅτι νόμος (οὐκ οἶδ᾽ ὅπως τοῦτο γνοὺς διορίσασθαι θανάτῳ ζημιοῦσθαι τὸν ἠνδραποδικότα δοῦλον ἀλλότριον) οὐ σταθμούμενος τὴν τιμωρίαν τῷ ἁμαρτήματι, οὐδ᾽ ὅτι ἡ τοῦ βίου ζημία ἢ ἐπιφέρεσθαι ἄξιον καὶ οὐχ ὅτι κτήματος ἐγένετό τις ἀπώλεια ἣν δυνατόν ἐστι παραμυθήσασθαι, διὰ τοῦτο ἀπαραμυθήτῳ ὑπάγει ἀφαιρέσει τὸν ἑαλωκότα. Τοιγαροῦν διὰ τοῦτο τοὺς μὴ ἄξια θανάτου ἡμαρτηκότας οὐ δίκαιον ἀνασκεψάμενοι πικρὰν οὕτω τιμωρίαν εἰσπράττε** σθαι, ὅνπερ ἡ συνήθεια παρὰ φαῦλον ἐποιήσατο νόμον (οὐκ ἀφαιρέσει τῆς ζωῆς τιμωρουμένη, ἑτέρως δὲ κολάζουσα τὸν ἀνδραποδιστὴν), καὶ ἡμεῖς τῶν νομίμων ἐκβάλλοντες διατάξεων, τὸ ἐκείνῃ δόξαν νόμῳ κυροῦμεν, καὶ κελεύομεν τὸν εἴ τις ἁλᾷ οἰκέτην ἀλλότριον ἀνδραποδισάμενος, τῇ τε ἀποδόσει τοῦ οἰκέ του καὶ τῇ ἀποτιμήσει τούτου ζημιοῦσθαι, καὶ ἔτι τῆς ἐκ τοῦ ἐπιτηδεύματος προσόδου ὅση ἂν τῷ δεσπότῃ προσεγεγόνει μὴ ἀπολωλότος τοῦ οἰκέτου ἰσαρίθμῳ ἐκτίσει, τούτου δ᾽ ἐπέκεινα μὴ βαρύνειν τοῖς ἐξαμαρτοῦσι ' τὴν ποινήν. ἔχει γὰρ οὕτως ἀποχρώντως τῷ μὲν ἀπολωλεκότι ἡ ὠφέλεια, τῷ δὲ κλέψαντι ἡ τιμωρία, οἷα δὴ κἀκείνου τὸν οἰκέτην ἐν προσθήκῃ ἀπέχοντος καὶ τῆς ἐξ αὐτοῦ ὠφελείας ἣν ἔσχεν ἂν μὴ ἀνδραποδισθέντος οὐ κεκαινοτομημένου, καὶ τούτου ἀξίως τετιμωρημένου τῇ τε διπλῇ ἀποδόσει τῆς κλοπῆς καὶ τιμωρουμένου τῷ μηδὲν κερδᾶναι τῆς τοῦ κλαπέντος δουλείας.