JGR III 2.65De incantatorum poena.
ΔΙΑΤΑΞΙΣ ξέ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.Ὁ μὲν εἰπὼν μέμφεσθαι τῷ οἴνῳ καὶ τὸ τούτου εὔθυμον ἀποστρέφεσθαι διὰ τὸ τῶν μεθύσων κακόθυμον, ἔοικε διὰ φαύλην χρῆσιν τὸ μὴ καθ᾽ ἑαυτὸ φαῦλον ὂν διασύρειν. ἐγὼ δὲ νόμον ἐκτεθειμένον ὑπὸ τῶν πάλαι νομοθετῶν διασκεπτόμενος, ὃς γοητείαν μὲν φαύλην ἡγούμενος τιμωρεῖται, πάλιν δ᾽ αὐτὴν ἀποδέχεται (οὐκ ἐκ τῆς τῶν χρωμένων αὐτῇ προαιρέσεως φαύλην δεικνυμένην, ἀλλ᾽ οἴκοθεν πηγάζουσαν τὴν κακίαν, ὥσπερ οἱ κοπρῶνες τὴν δυσωδίαν), μέμφεσθαι τοῖς νενομοθετηκόσιν οὐκ ἂν φαίην, ἵνα δὲ μὴ μέμφοιντο τὸ τὴν μέμψιν ἔχον νομοθέτημα ἐκκαθαίρειν δικαιῶ τοῦ τῶν νόμων ἐδάφους. βούλεται μὲν γὰρ εὐθύνειν γοητείαν, ὅτι τὸ σῶφρον τοῦ νοῦ ἀφαι ρουμένη ἀναβακχεύει τοὺς λογισμοὺς πρὸς οἴστρους καὶ μανίας ἐρωτικὰς, ἀποδέχεται δὲ πάλιν αὐτὴν, ὡς σπερμάτων καὶ καρπῶν θεραπείαν καὶ ἄλλων δέ τινων καλῶν ὡς οἴεται χορηγὸν, καὶ ὅπερ ὡς ἐπίβουλον κολάζει, τοῦτο πάλιν ὡς εὐεργέτην τιμᾷ. ἡμεῖς δὲ τὴν τοιαύτην μαγγανείαν ὀλεθρίαν μὲν ὑπάρ- χειν πειθόμεθα, καλοῦ δέ τινος αἰτίαν οὐκ ἂν πεισθείημεν. εἰ δὲ καὶ φαίνοιτό τις φέρειν τοιοῦτον (ὡς δοκεῖ τῷ ταύτην ἀποδεχομένῳ νόμῳ), οὐ χρηστὸν ἀλλὰ δέλεαρ καὶ πάγην πρὸς τὸ τῶν κακῶν ἔσχατον τὴν τοῦ ὄντος ἀγαθοῦ ἔκπτωσιν ἁλίσκουσαν ἴσμεν· τοὺς πειθομένους δαιμονίοις σκαιοῖς ἀντὶ τοῦ πλά- στου καὶ δεσπότου προσανέχειν παρασκευάζοντα, καὶ τὰς βλάβας διὰ τῆς τῶν ἐκτὸς ἀλυπίας εἰς τὴν ψυχὴν δέχεσθαι τοὺς ταύτην ἀποδεχομένους. ὅπερ πολλάκις οἱ πρὸς τὰς πληγὰς δειλοὶ πάσχουσιν, οὐ βουλόμενοι ταύτας ἐπὶ τῶν χειρῶν δέξασθαι, κατὰ τῆς κεφαλῆς ἢ τῆς γαστρὸς ὑποδέχονται. Εἴ τις δὴ ὅλως τοιαῦτα φωραθείη μαγγανευόμενος, εἴτε προφάσει τῆς τοῦ σώματος θεραπείας εἴτε ἀποτροπῆς τῆς τῶν καρπίμων βλάβης, τὴν ἐσχάτην εἰσπραττέσθω ποινὴν, τὴν τῶν ἀποστατῶν κόλασιν ὑφιστάμενος.: