IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.64De poena eorum, qui naufragium suppresserint.

ΔΙΑΤΑΞΙΣ §δ. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ἐκεῖνο δὲ λίαν θαυμάζω, πῶς ὁ τὰ ἐκ θαλαττίου· κινδύ-. νου ἀποκρυπτόμενος τοσοῦτον ἔδοξεν ἁμαρτεῖν, ὥστε θάνατον ἐπάγειν αὐτῷ τὴν τοιαύτην ἁμαρτίαν. ὅτι μὲν γὰρ ἁμαρτίαν οὐ μετρίαν τολμᾷ, ἐκείνους ἀποστερῶν τῶν ἰδίων, οἷς ἴσως καὶ παρ᾽ ἑαυτοῦ ἐπαρκῶν᾽ τις εἰς ἔλεον καταστὰς οὐκ ἂν ἣν περιφέρουσι διὰ τῶν ἐγκάτων ὀδύνην καταπραΰνων ὀφθείη (εἰκὸς γὰρ πολλὴν ζημίαν καὶ τῶν ὄντων ἀποβολὴν ὑπομεῖναι), τοῦτο τῶν φαινομένων ἐστίν. ὅτι δὲ χρὴ ζωῆς ἀποστερεῖσθαι τοὺς καθ ' ὧν ἡ ἔκπληξις ἔχει τὴν χώραν, τοῦτο συνιδεῖν οὐκ ἔχω. τί γὰρ τοσοῦτον ἀφείλετο, ὃ γένοιτ ' ἂν ἰσοστάσιον ψυχῆς, ἧς τὴν εἴσπραξιν κατακρίνεται; κάκιστος μὲν οὖν καὶ ἀλιτήριος ὁ τοιούτου κέρδους ἐλάττων, τοῦτο δὴ τὸ παρ᾽ ἐνίων γινόμενον, περισυλῶν τεθνηκότας, οὐ μὴν ἡ πονηρία τοιαύτης ἀξία δίκης. οὐ γὰρ δίκαιον ἀντὶ πράγματος ὑλικοῦ καὶ ῥέοντος ἄϋλον καὶ ἀθάνατον πρᾶγμα τὴν ψυχὴν λαμβάνειν. εἰ γὰρ πολλάκις οὐδὲ ἐν πράγμασιν ὕλης τιμωμένη ἡ ζημία πολλὴν τὴν ὑπερβολὴν ἔχει, ἵνα μὴ τῷ ὑπερβάλλοντι ὥσπερ τινὰ περίοδον ἡ ἀδικία λαμβάνῃ, πῶς οὕτως ἀστάθμητος ζημία καταλάβοι τοὺς ἀπο κρυψαμένους τὰ τῶν ναυαγούντων, οὐκ οὔσης τῆς ὑπερβολῆς λόγῳ ῥητῆς, ἣν πρὸς τὸ ἀδίκημα ἡ εἴσπραξις ἀποφέρεται; Κελεύομεν οὖν καὶ τοῦτο μηκέτι οὕτως εὐθύνεσθαι, ἀλλ᾽ ἀντὶ τοῦ παρακατασχεθέντος εἴδους ἀποτιννύειν τετραπλοῦν τὸν ἀποκρυψάμενον, καὶ τοιαύτῃ δίκῃ ὁρίζεσθαι τὸ ἁμάρτημα.