IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.63De poena illorum, qui res vetitas ad hostes transvehunt.

ΔΙΑΤΑΞΙΣ ξγ '. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Καὶ τοῦτο τῆς αὐτῆς ὂν αἰτίας τὸ ἔγκλημα καὶ ἴσῃ δίκῃ παρὰ τῶν πρὸ ἡμῶν ὑποβεβλημένον, ἡμεῖς ἐξαιροῦντες αὐτὸ 2.0΄ τῆς παραμύθιον οὐ δεχομένης κολάσεως (φημὶ δὴ τῆς θάνατον ' ἐχούσης τὸ ἐπιτίμιον), φιλανθρωποτέρας ὥσπερ καὶ τὰ προειρημένα ἀξιοῦμεν δίκης. νενομοθέτηται μὲν γὰρ τοῖς πάλαι περὶ τοῦ μὴ δεῖν πρὸς τοὺς πολεμίους διαπορθμεύεσθαι ἃ συγκροτεῖν αὐτοὺς μέλλει καὶ βιαιοτέρους ἀποτελεῖν, καὶ τοὺς καταφρονητὰς τοῦ θεσπίσματος ψῆφος τοῦ ζῆν ἐξεκόμιζεν. Ἡμεῖς δὲ καὶ τοῦτο, εἰ καὶ δριμεῖαν ἀπαιτεῖ τὴν ποινὴν, ὅμως φιλανθρωποτέρᾳ διδόντες τοιαῦτα διοριζόμεθα· εἰ μὲν εἴη κύριος τῆς νεὼς ὁ τῶν ἀπηγορευμένων διακομίζεσθαι τοῖς ἐναντίοις τὴν εἰσαγωγὴν ποιησάμενος, γνώμης μὴ κοινωνήσας τοῖς ναύταις, μόνος ὑφιστάσθω τὴν ποινὴν καὶ ἔτι παντὸς τοῦ φόρτου, καὶ εἴ γε μὴ πάνυ ἀπορία πιέζοι, καὶ τρίτην τῆς ἄλλης περιουσίας τῷ δημοσίῳ καταβαλλέτω μοῖραν. εἰ δὲ πρὸς τοὺς ναύτας τὸ τολμηθὲν ἀφορᾷ (οἷα πολλὰ συμβαίνει τὴν πονηρίαν ἀποκρυψαμένων), ὁ μὲν ἀμείνων ἔστω ποινῆς, οἱ δὲ τὴν δίκην οὐ διαλύσουσιν, ἀλλὰ πρῶτον μὲν ταῖς εἰς τὸ σῶμα πληγαῖς καὶ τῇ ἐν χρῷ τιμωρείσθωσαν κουρείᾳ, ἔπειτα δὲ προσούσης εὐπορίας τετραπλάσια ζημιούσθωσαν ὧν εἰσαγωγίμων ἐποιήσαντο· εἰ δ᾽ εἶεν ἄποροί τε καὶ πένητες, ἔστωσαν ἐπὶ ταῖς μάστιξι καὶ τῇ ἀτίμῳ τῶν τριχῶν ἀποβολῇ καὶ τὴν ἐλευθερίαν ἀποβάλλοντες, διὰ τοῦ πρὸς δουλείαν ἐκδότους γενέ- σθαι. τοὺς γὰρ, ὅσον ἐπ᾿ αὐτοὺς ἧκεν, οὐ μόνον εἰς δουλείαν πλείστους ἄγοντας ἀλλὰ καὶ βίον πικρῶς ἐξάγοντας, καὶ τοῦτο φιλάνθρωπον καὶ μετρίως ἔχουσα εἴσπραξις, τὸ ζωῆς οἰκετῶν ἠξιῶσθαι. ἀλλὰ ταῦτα μὲν γνώμης κοινῆς οὐκ ὄντος τοῦ ἀδικήματος. εἰ δὲ κοινὴ σκέψις καὶ πονηρία τοῦτο κατέπραξεν, ὥσπερ᾿ ὁμοῦ τοῦ κακοῦ ἐργάται οὕτω καὶ τὴν δίκην ἔσονται ὑποσχόντες, οἷς διωρισάμεθα τρόποις ἑκατέρου μέρους κολαζομένου.