JGR III 2.62De poena ejus, qui rem aliquam publicam vendiderit.
ΔΙΑΤΑΞΙΣ ξβ΄. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.
Abrir no leitor do IusCommune →0
pr.῎Αξιον μὲν τοὺς δημοσίων ἀδικημάτων ἐνόχους κολάζειν καὶ τοιαύταις ὑπάγειν τιμωρίαις, αἳ μέλλουσιν ὅτι μάλιστα πρὸς τὸ σῶφρον ἐπανάγουσαι τοὺς εὐκόλως ἐπὶ τοῦτο ὁρμῶντας ἀνακόπτειν τὰ ἀδικήματα· οὐ μὴν διὰ τοῦτο πλέον ἢ ὅσον ἄξιον τιμωρεῖν προσῆκε, οὐδ᾽ ὑπερόριον αὐτοῦ βιάζεσθαι εἶναι τὸ δίκαιον οὐδὲ σχήματι τῆς αὐτοῦ ἐκδικήσεως τῇ ἀδικίᾳ συνίστασθαι. τὸ μὲν γὰρ κατὰ τρόπον τοῦ ἁμαρτήματος τὸν ἐξημαρτηκότα κολάζεσθαι τοῦτο δικαίου ἐκδίκησις, τὸ δὲ μείζω τοῦ πταίσματος ἀπαιτεῖσθαι τὴν εἴσπραξιν οὐκ οἶμαι σώζειν τὴν ὑπὲρ τοῦ δικαίου προαίρεσιν. Διὸὶ τὸ ἡμέτερον κράτος ἐν τοῖς ὑπὸ τῶν προγεγονότων νενομοθετημένοις, ἐν οἷς ποιναῖς ὑποβάλλουσι τούς τι ἀπεμ5΄ πολεῖν τοῦ δημοσίου ὑπάρχον τολμήσαντας, ψῆφον οὐκ ἐκ τοῦ δικαίου προσφερομένην ἐπείπερ κατέμαθεν, οὐκέτι διορίζεται ταύτην ἰσχὺν ἔχειν [εἰς] τὰ τοιαῦτα τῶν ἐγκλημάτων. ποῦ γὰρ δίκαιόν τῳ, διότι ἀπημπόλησέ τι ὃ ζημίαν τῷ δημοσίῳ φέρει, ζημίαν ἀπαραμύθητον τὴν ἀφαίρεσιν τῆς ζωῆς ὑπάρχειν; οὐδαμῶς οὖν ἄξιον τὸ πταῖσμα κολάζειν θανάτῳ, οὐδέ γε κρίνεσθαι ταύτῃ συγχωροῦμεν ἡμεῖς τοὺς ἁλισκομένους, ἀλλ᾽ ὃς ἂν δημόσιον ἀπεμπολῶν φωραθῇ, τὸ τετραπλάσιον ἀποδιδοὺς ἀποχρῶσαν ἐχέτω τὴν τιμωρίαν.