IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.61Tributorum exactores, si plus quam debeant exegerint, qua poena afficiendi sint '.

ΔΙΑΤΑΞΙΣ ξα΄. Ὀ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ.

Abrir no leitor do IusCommune →

0

pr.Ὡς ἦν μακάριον καὶ τῷ βίῳ σωτήριον τὴν εὐθεῖαν τοῦ δικαίου τρίβον βούλεσθαι τοὺς ἀνθρώπους βαδίζειν· οὐ γὰρ οὔτε νομοθέταις ἐδέησεν αὐστηρίαν ἐνδείξασθαι, οὔτε τιμωροὶ νόμοι εἰς χαλεπότητα κινδύνων τινὰς περιΐστων· νῦν δ᾽ ὑπαρχούσης λυσιτελοῦς καὶ σωτηρίου τῆς δικαίας πορείας, οὐκ ἐθέλουσι τῶν ἀνθρώπων οἱ πλεῖστοι ταύτην πορεύεσθαι, ἀλλ᾽ ὡς ἐπίπονον καὶ τραχεῖαν καὶ ταλαιπωρίαν φέρουσαν τοῖς ὁδίταις ἐκκλίνουσιν. εἰσὶ γὰρ, εἰσὶν, οἷς ἀρέσκει τὰ χείριστα, καὶ ταύτης μὲν ἀπονεύοντες, πρὸς δὲ τὴν ἧς ἐπέστρωται ἄκανθα συχνὴ ἀδικίαν καὶ ἧς πρὸς ἀπωλείας κρημνοὺς ἐλαύνουσιν οἱ ὁδῖται προθύμως βαδίζοντες. ὧν καὶ τὸ ἄτακτον ὅρμημα κολάζειν οἱ πάλαι δικαιώσαντες, ὥσπερ τινὶ χαλινῷ τῷ νόμῳ ἔθεντο γνώμην ἀναχαιτίζειν. ἀλλ᾽ ὑπὲρ μὲν τοῦ σπουδὴν αὐτοὺς ἀναλαβεῖν ἐξελαύνουσαν ἀδικίαν, συνισταμένην δὲ τῷ δικαίῳ (καὶ τίς γὰρ ἂν οὐκ ἀποδέξαιτο;) καὶ τὸ ἡμέτερον ἀποδέχεται κράτος· ὅτι δὲ μὴ κατ᾿ ἀξίαν τοῦ πταίσματος ἐν τισι γνωρίζειν ἔγνωσαν τὴν ποινὴν, οὐκ ἐν ἀποδοχῇ τὴν τοιαύτην ψῆφον ἐθέμεθα. τῆς κρίσεως γὰρ ἀπαντώσης κατὰ λόγον τοῦ ἁμαρτήμα τος τοῖς ἐξημαρτηκόσι, δίκης ὡς ἀληθῶς ἐστὶ ψῆφος καὶ δίκαιον τὸ τούτοις ἐπιτιθέμενον τίμημα, βαρυτέρας δὲ κολάσεως ἢ ἐφ᾿ ὅσον ἔδει κολασθῆναι τὸ πταῖσμα προϊούσης, οὐκέτι δίκης ἔργον, ἀδικίας δὲ μᾶλλον εἴη τὸ γινόμενον. Διὰ τοῦτο ἄρα τῶν πρὸ ἡμῶν ἐκτεθεικότων νόμον, ὃς τοὺς· ἐπὶ συλλογὴν τῶν δημοσίων φόρων καθισταμένους (διοικητὰς. δ᾽ αὐτοὺς ἡ συνήθως ὁμιλία καλεῖν οἶδε) τολμῶντας ὑπερεκτείνειν πλέον τοῦ νενομισμένου τὰ τέλη, βαρυτάτην εἰσπράττεται δίκην (θανάτου γὰρ τὸ πταῖσμα τιμᾶται), ἐπεὶ μὴ κατὰ λόγον συγγινώσκομεν ὑποβάλλοντας τοὺς ἁμαρτάνοντας τῇ τοσαύτῃ ζημίᾳ, τούτῳ μὲν χώραν ἀποδοχῆς οὐ προσνέμομεν, θεσπίζομεν δὲ τὸν εἴ τις τοιούτῳ ἁλῷ περιπίπτων ἐγκλήματι, ἅπαξ μὲν τοῦ πράγματος τολμηθέντος, διπλῇ ἀπαιτήσει ζημιοῦσθαι οὗ ὑπερεκτείνων ὤφθη τέλους τὴν εἴσπραξιν, εἰ δ᾽ ἐπιμένοι τοῦτο πράττων, τετραπλάσιον ἀναστρέφειν τῷ ἠδικημένῳ τὸ ληφθὲν, καὶ ἀτίμως τῆς ἐμπεπιστευμένης φροντίδος ἐξίστασθαι· καὶ εἶναι ἀπό γε τοῦ νῦν τοῦ τοιούτου ἐγκλήματος ταύτην τὴν ζημίαν, ἀλλὰ μὴ περὶ ψυχὴν κινδυνεύειν τοὺς ἀδίκους εἰς χρήματα.