IusCommune
IusCommune › Textos › Novellae post Iustinianum › Collatio II

JGR III 2.60Qua poena castratores affici debeant,

ΔΙΑΤΑΞΙΣ §. Ὁ αὐτὸς βασιλεὺς στυλιανῷ τῷ αὐτῷ. Πρᾶγμα τολμώμενον μὲν ἀφειδῶς ὡς μηδεμιᾶς παρὰ θεῷ δοκοῦν ἔνοχον δίκης, μάλιστα δὲ ὂν ἄξιον δίκης, ἡ ἐκτομὴ τῆς ἐντεθειμένης ὑπὸ θεοῦ τῇ φύσει δυνάμεως πρὸς διαδοχὴν τοῦ γένους, πάλαι μὲν τιμωροῦντι νόμῳ διὰ προνοίας ἐγεγόνει τοῖς νομοθέταις λαβεῖν ἐκκοπὴν, ὥστε τῆς τοιαύτης ἐπινοίας καθαί** ρειν τὴν ἡμετέραν πολιτείαν· οὐκ οἶδα δὲ ὅπως δέον εἴπερ τινὶ ἄλλῳ τούτῳ πείθεσθαι τῷ παραγγέλματι καὶ φείδεσθαι λωβᾶν τῇ φύσει, οὐχ οὕτω ποιοῦσιν, ἀλλ᾽ ὥσπερ τὶ τῶν ὠφελίμων τὴν κατὰ τοῦ γένους τοιαύτην ἐπιβουλὴν λογιζόμενοι, τὰ δι ὧν γένεσις ἀνθρώπου πρὸς φῶς ἔρχεται ἀποκείροντες ἀνθρώπους, ἕτερον αὐτοὶ πλάσμα καὶ οὐχ οἷον οἶδεν ἡ τοῦ πλάστου σοφία τῷ κόσμῳ παρεισάγειν φιλονεικοῦσι. τοῦτο οὖν ἡμεῖς οὐκ ἀνεκτὸν ἡγούμεθα παριδεῖν, ἀλλὰ νόμῳ τὴν περὶ αὐτοῦ ποινὴν ὁρίζοντες πειρώμεθα σὺν θεῷ τῆς τόλμης ἐπισχεῖν τοὺς οὕτω μὴ διευλαβουμένους τῷ θείῳ λυμαίνεσθαι πλάσματι. ἡ μὲν οὖν τῶν προλαβόντων νομοθετῶν ψῆφος τοὺς τοῦτο τολμῶντας εἰς τὴν αὐτὴν ἀντιπεριΐστησι λώβην τοῖς παθοῦσι τοὺς λωβησαμένους, καὶ ὅπερ αὐτοῖς ἐπιθυμητὸν ἔδοξεν ἐν ἄλλοις ἰδεῖν, τοῦτο καὶ ἐν ἑαυτοῖς ὁρᾶν κατεπράττετο, οὐ λίαν ἔμοιγε ἀδίκως εἰ καὶ μὴ λίαν πρεπόντως ὁρίζουσα. οὐδὲ γὰρ ὅτι ἐκεῖνος ἐτόλμα οἷον ἀντιπλαστουργεῖν τῷ θεῷ, διὰ τοῦτο καὶ τὸν ἐκδικοῦντα μιμεῖσθαι καὶ ἀντιπλαστουργεῖν ἔχει καλῶς, πλὴν ἀλλὰ πρός γε τὴν ἀπόνοιαν οὐ λίαν ὥσπερ ἔφην ἄτοπον. ἐπὶ τούτῳ δὲ καὶ ἄλλως ἐτιμωρεῖτο τοὺς ἀνόσιον ἔργον τολμῶντας· τά τε γὰρ προσόντα ἐδημοσίου, καὶ ἀϊδίῳ φυγῇ κατεδίκαζε, καὶ τὸν ὑποστάντα τὴν ἀδικίαν δοῦλον ὄντα ἐλευθερίᾳ ἐτίμα. ἡ μὲν οὖν τῶν προλαβόντων νομοθεσία τοιαύτη, ἡμεῖς δὲ περὶ τοῦ πράγματος ψῆφον ἐξάγοντες, τὸ μὲν ἀντιλωβᾶσθαι τοὺς ἐπιβούλους τῆς φύσεως παραπλησίῳ λώβῃ ἀπαγορεύομεν, τοῖς δ᾽ ἄλλοις ἐπ᾿ αὐτῷ ὡρισμένοις, εἰ καὶ κἀνταῦθα πρὸς τὸ φιλανθρωπότερον ἡ δίκη ὁρᾷ, ἀλλ᾽ οὖν ὑποκεῖσθαι αὐτοὺς οὐκ ἀπαρέσκει.

Abrir no leitor do IusCommune →

0

pr.Θεσπίζομεν οὖν, πρῶτον μὲν τὸν προσκαλεσάμενον τὸν ἐνεργοῦντα τὴν κακοτεχνίαν, ἐφ᾽ ᾧ ἐνεργῆσαι, εἰ μὲν τῷ καταλόγῳ τῶν βασιλείων ἀνθρώπων τελεῖ, ἐκκόπτεσθαι τοῦ καταλόγου, ἔπειτα δὲ καὶ δέκα λιτρῶν χρυσίου εἰς τὸ δημόσιον ἀναφερομένων ζημίαν ὑπέχειν καὶ μέχρι δέκα ἐτῶν ὑπερόριον τῆς πατρίδος γίνεσθαι, τὸν δὲ τῆς κακοτεχνίας ἐργάτην καὶ αὐτὸν πρῶτον μὲν μάστιξι ταῖς εἰς τὸ σῶμα καὶ ἐν χρῷ κουρείᾳ ἀτιμάζεσθαι, ἔπειτα δὲ καὶ τῶν ὄντων ἀποστερεῖσθαι καὶ ἴσῳ καιροῦ μέτρῳ τῆς ἐνεγκούσης φεύγειν. ὁ δὲ τὴν ἀδικίαν ὑποστὰς, εἰ μὲν τῶν ὑπὸ δουλείαν τελούντων εἴη, τὸν ὑπόλοιπον χρόνον τῆς αὐτοῦ ζωῆς δουλικῆς τύχης ἀμείνων ἔσται· εἰ δὲ τῶν ἐλευθέρων προσώπων, ὡς αὐτὸς ἑαυτῷ δ᾽ ὧν κατεδέξατο οὐκ ὢν τῆς ἀδικίας ἀναίτιος, τῆς οἰκείας γνώμης ὅπερ ἔπαθε τοῦτο κερδήσει. εἰ μέντοιγε (οἷα πολλὰ συμβαίνει) βλάβην ὑπο στάντος τοῦ ζώου ἡ ἐκτομὴ τὴν θεραπείαν φέρει, τοῦτο οὐθ ἡμῖν, οὔτε τῷ νόμῳ ὑπεναντίον δοκεῖ· οὐ γὰρ λώβη, ἀλλὰ βοήθεια τοῦ πλάσματος τὸ πρᾶγμα ἐστί.